no image
DDbDP-text
ἀντίγραφον συνγραφοδιαθήκης. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραϊανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Περιτίου κη Χοιὰκ κη ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ἐπὶ Ἰουλίας Σεβαστῆς. ὁμολογεῖ Σαταβοῦτος ΤεσιήουςΣαταβοὺς Στεσιῆος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν μ εὐμεγέθης οὐλὴ δακτύλωι χειρὸς ἀριστερᾶς τῇ προούσῃ καὶ συνούσῃ αὑτῶι γυναικὶ Τααρπαγάθῃ Τεσενούφεως ὡς ἐτῶν κε οὐλὴ ι δεξιῶι μετὰ κυρίου τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Στοτοήτιος ὡςετων ἐτῶν λγ οὐλὴ ἀντικνημίῳ δεξιῷ ἔχειν παρʼ αὐτῆς ἐφʼ ἑαυτῇ φερνὴν διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑκατόν . μένειν οὖν αὐτοῖς τὴν συμβίωσιν ἀμέμπτως, καθότι καὶ πρότερον· ἐὰν δὲ διαφορᾶς αὐτοῖς γενομένης χωρίζωνται ἀπʼ ἀλλήλων, ἀποδότω ὁ Σαταβοῦς Τααρπαγάθῃ τὰς τῆς φερνῆς ἀργυρίου δραχμὰς ἑκατόν , ἐπὶ μὲν τῆς ἀποπομπῆς παραχρῆμα, ἐπὶ δὲ τῆς ἑκουσί ας ἀπαλλαγῆς ἐν ἡμέραις τριάκοντα , ἀφʼ ἧς ἐὰν ἀπαιτηθῇ· ἐὰν δὲ μὴ ἀποδῷ, καθὰ γέγραπται, τὴν πρᾶξιν τῇ εἶναι Τααρπαγάθῃ ἔκ τε τοῦ Σαταβοῦτος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκἐγ δίκης. παροῦσα ἐπὶ τῆς ἀρχῆς ἡ τοῦ Σαταβοῦτος μήτηρ Σεγᾶθις Ἐριέως ὡς ἐτῶν ξϛ οὐλὴ ἀντικνημίῳ ἀριστερῶι ὡς δα δεξιῶι μετὰ κυρίου τοῦ τετελευτηκότος ἀδελφοῦ αὐτῆς Τεσενούφιος υἱοῦ Τεσενούφιος ὡς ἐτῶν μ οὐλὴ μετώπῳ ἐκἐγ δεξιῶν συνχωρεῖ εἶναι μετὰ τὴν ἑαυτῆς τελευτὴν τοῦ τε προγεγραμμένου αὐτῆς υἱοῦ Σαταβοῦτος ἑκατὸν ὄντων τοῦ Σαταβοῦτος καὶ ὁμοπατρι ν Τααρπαγάθου καὶ Ταβοῦτος υτηκο τῆς με υἱοῦ τῶν ὁμοπατρίου ἀδελφSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.