Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.5.241

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους γ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Σεβαστοῦ πρᾶσις καὶ ἀποστασίου οἰκίας καὶ τῶν συνκυρόντων πάντων ἐν Τεβτύνει τῆς Πολέμονος μερίδος ὧν μέτρα νότον ἐπὶ βορρᾶν πήχεις η 𐅵, λίβα ἐπʼ ἀπηλιώτην πήχεις ιγ· γείτονεςγίτονες νότου τῆς πριαμένης Τατιθίγξιος καὶ τοῦ υἱοῦ αἴθριον, βορρᾶ καὶ λιβὸς κοινὴκοινηι εἴσοδος καὶ ἔξοδος, ἀπηλιώτου ῥύμη βασιλικήβασιλικηι· καὶ ἀπέχει τὴν συνκεχωρημένην τιμὴντειμὴν πᾶσαν ἐκ πλήρους, καὶ βεβαιοῖ πάσηι βεβαιώσει ἐπὶ τὸν ἅπαντα χρόνον· ἣν ποιεῖται Πατεῖνις τρίτος Ταγώνσιος μητρὸς Ταορσεῦτος ὡς ἐτῶν κε οὐλὴ ταρσῷ δεξιῷ Τατιθίγξι Κρονίδου μητρὸς Τααρμιύσιος ὡς ἐτῶν λζ εὔσημος τὸν δεξιὸν ὀφθαλμόνὀπθαλμόν· εὐδοκεῖεὐδοκῖ δὲ καὶ ἡ τοῦ Πατείνιος γυνὴγυνηι Τεναῦς Ὀρσεῦτος μητρὸς Ἀραίσιος ὡς ἐτῶν κδ οὐλὴ ῥινὶ μέσηι τῆι προκιμένηι πράσει, καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον. ὑπογραφεῖς τῶν ὁμολογούντων Λυσίμαχος Λυσιμάχου ὡς ἐτῶν κβ οὐλὴ προσώπῳ ἐξ ἀριστερῶν καὶ τῆς Τατιθίγξιος Διόδωρος Ψενοβάστεως ὡς ἐτῶν κζλ οὐλὴ δακτύλῳ πρώτῳ ἀριστερᾶς χειρός. ἐδάνεισεν ἡ αὐτὴαὐτηι Τατιθίγξις Κρονίδου ὡς ἐτῶν λζ εὔσημος τὸν δεξιὸν ὀφθαλμὸνὀπθαλμὸν μετὰμὰ κυρίου τοῦ προσγενοῦς Ἁρμιύσιος τοῦ Ἁρμιύσιος ὡς ἐτῶν μ οὐλὴ καρπῷ ἀριστερῷ τοῖς αὐτοῖς Πατείνει τρίτῳ Ταγώνσιος Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν κε οὐλὴ ταρσῷ δεξιῷ καὶ τῆι τούτου γυναικὶ Τεναῦτι Ὀρσεῦτος Περσείνηι ὡς ἐτῶν κδκε οὐλὴ ῥινὶ μέσηι μετὰ κυρίου τοῦ προγεγραμμένου αὐτῆς ἀνδρὸς τοῖς δυσὶ ἀλλήλων ἐγγύοις εἰς ἔκτεισιν ἀργυρίου ἐπισήμου κεφαλαίου δραχμὰς ἑκατὸν ἑξήκοντα ὀκτὼ τόκου δραχμῆς α τῆι μνᾷ τὸν μῆνα ἕως τοῦ ἀποδοῦναι ἐν Μεσορῆι τοῦ ἐνεστῶτος γ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ. οἱ αὐτοὶ ὑπογραφεῖς. ὁμολογοῦσιν Πατῦνις Αὐνήους ὡς ἐτῶν ξ οὐλὴ προσώπῳ ἐκἐγ δεξιῶν καὶ ὁ αὐτοῦ υἱὸς Αὐνῆς ὡς ἐτῶν κ οὐλὴ προσώπῳ μέσῳ οἱ δύο Πέρσαι τῆς ἐπιγονῆς ἀλλήλων ἔγγυοι Πάτρωνι Ἥρωνος Γαιᾶτος ὡς ἐτῶν κϛ οὐλὴ μήλῳ ἀριστερῷ ἔχειν παρʼ αὐτοῦ ἀργυρίου ἐπισήμου δραχμὰς μ καὶ ἀντὶ τούτων καὶ οὗ λήμψεται ὁ Αὐνῆς κατὰ μῆνα μισθοῦ παρὰ τοῦ Πάτρωνος, τῶι μὲν Σεβαστῷ μηνὶ καὶ Φαῶφι ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμῶν κβ καὶ ἀπὸ μηνὸς ΝέουΝείου Σεβαστοῦ ἕως Μεσορὴι κβγβ τοῦ γ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐπὶ μῆνα ἀργυρίου δραχμῶν ι, τῆς δὲ ὑπὲρ τοῦ Αὐνήους λαικῆς ς παρέξεσθαι τὸν Αὐνὴν ἑαυτὸνἑατὸν παραμένοντα τῷ Πάτρωνι ἀπὸ τοῦ προκιμένου χρόνου ἕως Μεσορὴι κβ τοῦ αὐτοῦ ἔτους, πηλοπατοῦνταπηλοπατων ἐν τῷ τοῦ Πάτρωνος κεραμίῳ καὶ ποιοῦντα πάντα τὰ ἐπιτασσόμενα, οὐ γεινόμενον ἀπόκοι τον οὐ ἀφήμερονδεαφημερο, ἧς δὲ ἐὰν μὴ παραμείνῃπαρειμείνῃ ἡμέρας τῆς δὲ ὑπὲρ τοῦ Αὐνείους λαικῆς συντά ξεως καὶ δεόντων καὶ ἱματισμοῦ ὄντων πρὸς τοὺς ὁμολογοῦντας, καὶ μετὰ τὸν χρόνον ἀπολυθήσονται οἱ ὁμολογοῦντες τῆς προκειμένης παραμονῆς. ὑπογραφεὺς τῶν ὁμολογούντων Λυσίμαχος Λυσιμάχου ἐτῶν κβ οὐλὴ προσώπῳ ἐξ ἀριστερῶν. ἐδάνεισεν Σαμβαθίων Σαμβαθίωνος ὡς ἐτῶν μϛ οὐλὴ ἀντικνημίῳ δεξιῷ Λακιάνι Λακιάνιος ἐπικαλουμένου ΣκαπανέωςΣκαπανεύς Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν β οὐλὴ γονατίῳ ἀριστερῷ ἀργυρίου ἐπισήμου κεφαλαίου δραχμὰς ἑκατὸν τόκου δραχμῆς α τῆι μνᾷ τὸν μῆνα ἕως τοῦτον ἀποδοῦναι ἐν Μεχεὶρ τοῦ γ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ. ὑπογραφεὺς τοῦ ὁμολογοῦντος Λυσίμαχος Λυσιμάχου ὡς ἐτῶν κβ οὐλὴ προσώπῳ ἐξ ἀριστερῶν.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.