no image
DDbDP-text
[fragment 1]
[… ? lines lost …]
ὁμολογεῖ Στοτοῆτις Ἀπύγχεως
Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν ν οὐλὴ ὑπὲρ ὀφρὺν
δεξιὰν Σαταβοῦτι Ἁρπαγάθου ὡς ἐτῶν νγ οὐλὴ
ὑπὸ γαστροκνημίαν ἀριστερὰν ἔχειν
παρʼ αὐτοῦ […]
[… ? lines lost …]
[fragment 2]
[… ? lines lost …]
Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ
Σεβαστοῦ Γερμανικου ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας ἐὰν δὲ μὴ
ἀποδῶι ἀποτισάτω παραχρῆμα μεθʼ ἡμιολίας[…]νοας[…]
Στοτοῆτις Ἀπύγχεως ἀπέχω παρὰ Σαταβοῦτος Ἁρπαγάθου διὰ χειρὸς ἐξ οἴκου τὰς τοῦ
ἀργυρίου δραχμὰς ἑξήκοντα καὶ ἐπάνανκον ἀποδώσω ἐν μηνὶ Σωτηρίωι τοῦ
ἐνεστῶτος ἔτους ἀνυπερθέτως, καθὼς
πρόκειται· ἔγραψα ὑπὲρ αὐτοῦ Σαραπίων
Ἀμμωνίου μὴ εἰδότος γράμματα .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.