no image
DDbDP-text
Census Declaration via HGV-meta
Census declaration of Horos son of Horos from Bakchias. A census declaration submitted in AD 119 by Horos, a public farmer of Bakchias in the Fayum, registering himself, his wife, two sons, his brother Horion, Horion's wife and their son for the census of Hadrian's 2nd year. It is addressed to the strategos, royal scribe, village scribe and laographoi, and bears their filing notes. machine translation
Linked by Trismegistos ID
TM 11984.
Each record below describes this same artifact or text from a different angle.
Εὐδήμωι στρατηγῷ καὶ Ἑρμαίωι τῶι
καὶ Δρύτωνι βασιλικῷ γραμματεῖ Ἀρσινοείτου Ἡρακλείδου μερίδος
καὶ Πτολεμαίωι κωμογραμματεῖ καὶ Αὐνῆι
Αὐνείους καὶ Ὀρσενούφει Ὀρσενούφεως
λαογράφοις κώμης Βακχιάδος τῆς αὐτῆς μερίδος.
παρὰ Ὥρου τοῦ Ὥρου τοῦ Ὥρου μητρὸς
Ἑριέως τῆς Μεγχείους ἀπὸ τῆς
προγεγραμμένης κώμης Βακχιάδος.
ὑπάρχει ἐμοί τε καὶ τῶι ἀδελφῶι μου
Ὡρίωνι ἐν τῆι κώμηι τέταρτον
μέρος οἰκίας καὶ αὐλῆς ἐν ὧι καταγινόμεθα, καὶ ἀπογράφομαι ἐμαυτόν
τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος δευτέρου ἔτους Ἁδριανοῦ
Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφήν.
εἰμὶ δὲ
Ὧρος ὁ προγεγραμμένος δημόσιος γεωργὸς ἐτῶν μη οὐλὴ ὀφρύι ἀριστερᾷ
καὶ τὴν γυναῖκά μου Ταπεκῦσιν Ὥρου ἐτῶν με ἄσημον
καὶ τὰ ἐξ ἀμφοτέρων τέκνα Ὧρον υἱὸν ἐτῶν … ἄσημον
καὶ Ὡρίωνα ἄλλον υἱὸν ἔτους α ἄσημον
καὶ τὸν προγεγραμμένον μου ἀδελφὸν Ὡρίωνα ἐτῶν λε οὐλὴ μετώπῳ μέσῳ
καὶ τὴν τούτου γυναῖκα Θενατῦμιν
Χαρίτωνος ὡς ἐτῶν λθ ἄσημον
ἧι ὑπάρχει ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς ἐν ᾗ καταγινόμεθα
καὶ τὸν ἐξ ἀμφοτέρων υἱὸν Ὧρον ἔτους α ἄσημον.
Ἡρᾶς νομογράφος Βακχιάδος ἔγραψα.
κατακεχώρικα Ὀρσενοῦφις λαογράφος
διὰ Μελανᾶ γραμματέως.
κατακεχώρικα Αὐνῆς Αὐνείους λαογράφος
διὰ Ἐπιμάχου γραμματέως. ἔτους γ Ἁδριανοῦ
τοῦ κυρίου, Παχὼν ι.
κατακεχώρικα κωμογραμματεύς. Παχὼν ι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.