no image
DDbDP-text
Receipt for Rent via HGV-meta
Receipt for rent in wheat for land at Bakchias. A notarial receipt from Bakchias in the Fayum, dated 22 May 123, in which the landowner Hareotes son of Alexas acknowledges receiving from his tenant farmer Horos son of Horos the rent and seed for year 7 of Hadrian: 20 artabas of wheat for 4 1/2 arouras. Both parties were illiterate and had subscribers write for them. machine translation
Linked by Trismegistos ID
TM 11995.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος
Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς
Γερμανικείου ἑβδόμῃ καὶ εἰκάδι, Παχὼν κζ ἐν
Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου
νομοῦ. ὁμολογεῖ Ἁρεώτης Ἀλεξᾶ ὡς ἐτῶν ξβ,
οὐλὴ ποδὶ ἀριστερῶι, Ὥρωι Ὥρου γεωργῶι ὡς ἐτῶν μθ, οὐλὴ
ὀφρύι δεξιᾷ, ἀπέχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα
τὸ ἐκφόριον καὶ τὰ σπέρματα τοῦ ἐνεστῶτος
ἑβδόμου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ὧν
γεωργεῖ αὐτοῦ περὶ Βακχιάδα κλήρου ἀρουρῶν
τεσσάρων ἡμίσους πυροῦ ἀρτάβας εἴκοσι μέτρῳ
τῶι διὰ τῆς μισθώσεως ἣν παραμένειν κυρίαν ἐφʼ οἷς περιέχει πᾶσιν. ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος Πετσῖρις
Παπεῖτος ὡς ἐτῶν νβ, οὐλὴ ῥινὶ ἐξ ἀριστερῶν, τοῦ δὲ ἄλλου Σουχᾶς
Σοχώτου ὡς ἐτῶν μγ, οὐλὴ πήχει δεξιῷ. Ἁρυώδης Ἀλεξᾶ
ὁμολογῶ ἀπέχειν παρὰ τοῦ Ὥρου τὸ ἐκφόριον καὶ τὰ σπέρματα τοῦ ἐνεστῶτος ἑβδόμου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ὧν γεωργεῖ μου
περὶ Βακχιάδα ἀρουρῶν τεσσάρων ἡμίσους πυροῦ ἀρτάβας εἴκοσι μέτρῳ διὰ τῆς μισθώσεως
ἣν μένειν κυρία καθὼς πρόκιται. Πετσῖρις Παπεῖτος ἔγραψεν ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Ὧρος
Ὥρου γέγονε εἴς με ἡ ἀποχή καθὼς πρόκειται. Σουχᾶς
Σοχώτου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.
ἀναγέγραπται διὰ τοῦ ἐν Βακχιάδι γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.