no image
DDbDP-text
Receipt for Rent via HGV-meta
Receipt for rent on 4 1/2 arouras of cleruchic land at Bakchias. A receipt in which Haryotes son of Alexas acknowledges that his tenant Horos son of Horos has paid the rent for 4 1/2 arouras of land at Bakchias for Hadrian's tenth year, with Horos keeping the seed for the next sowing. It was written at Bakchias in the Arsinoite nome on 26 June AD 126, and signed by a scribe for the illiterate Haryotes. machine translation
Linked by Trismegistos ID
TM 11997.
Each record below describes this same artifact or text from a different angle.
ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Γορπιαίου δευτέρᾳ,
Ἐπεὶφ β, ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἁρυώτης Ἀλεξᾶ τοῦ Ἀλεξᾶ ὡς ἐτῶν ξδ, φακὸς μετώπῳ ἐκ δεξιῶν καὶ ποδὶ
ἀριστερῷ Ὥρῳ Ὥρου τοῦ Ὥρου ὡς ἐτῶν νβ, οὐλὴ ὀφρύι ἀριστερᾷ, ἀπέχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα
τὸ ἐκφόριον τοῦ ἐνεστῶτος δεκάτου ἔτους Ἁδριανοῦ
Καίσαρος τοῦ κυρίου ὧν γεωργεῖ αὐτοῦ Ἁρυώτου περὶ τὴν προγεγραμμένην κώμην Βακχιάδαν κλήρου ἀρούρας τέσσαρας ἥμισυ ἢ ὅσας ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι ἐν πεδίῳ …λωνι λεγομένῳ,
τοῦ Ὥρου ὑπολελογηκότος παρʼ ἑαυτῷ τὰ σπέρματα τῆς τοῦ εἰσιόντος ἑνδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος
τοῦ κυρίου κατασπορᾶς, καὶ μηδὲν τὸν ὁμολογοῦντα ἐνκαλεῖν τῷ Ὥρῳ περὶ μηδενὸς ἁπλῶς πράγματος μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενὶ
παρευρέσει μηδεμιᾷ, μενούσης κυρίας τῆς τοῦ κλήρου
μισθώσεως ἐφʼ οἷς περιέχει πᾶσι. ὑπογραφεὺς τοῦ
ὁμολογοῦντος Ἡλιόδωρος Ἡλιοδώρου ὡς ἐτῶν νβοὐλὴ μήλῳ δεξιῷ.
Ἁρυώτης Ἀλεξᾶ τοῦ Ἀλεξᾶ ὁμολογῶ ἀπέχειν παρὰ
τοῦ Ὥρου Ὥρου τὸ ἐκφόριον τοῦ ἐνεστῶτος δεκάτου
ἔτους Ἁδριανοῦ τοῦ κυρίου ὧν γεωργεῖ μου περὶ Βακχιάδα κλήρου
ἀρουρῶν τεσσάρων ἡμίσους τοῦ Ὥρου ἔχοντος
παρʼ αὐτῷ τὰ σπέρματα τοῦ εἰσιόντος ἔτους μενούσης κυρίας τῆς μισθώσεως καθὼς πρόκειται.
Ἡλιόδωρος Ἡλιοδώρου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.
ἀναγέγραπται διὰ τοῦ ἐν Βακχιάδι γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.