no image
DDbDP-text
Private Letter via APIS-papyrus
Linked by Trismegistos ID
TM 28801.
Each record below describes this same artifact or text from a different angle.
ελ Φαρμοῦθι ιε. Δωρίων Σερήνῳ τῶι γλυκυτάτῳ υἱῷ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τοῖς πατρῴ οις ἡμῶν θεοῖς εὐχόμενος περὶ σοῦ τὰ κάλ λιστα. μικρόν τι ἔπεμψά σοι διὰ Θέωνος κόϊκα ἄρτων καὶ σφυρίδιον ἐν ᾧ τυρία καὶ σκωρσελήνης ὡς ἡ ἐπιστολὴ περιέχει. γρά φε μοι, κύριε, σὺν τοῖς ἑτέροις περὶ τῆς σωτη ρίας σου καὶ περὶ ὧν χρῄζεις ἀπʼ ἐμοῦ. ἄσπασαι ἀπʼ ἐμοῦ τὸν γλυκύτατον Ἰσίδωρον. ἀσπάζεταί σε ἡ μήτηρ σου Θάις καὶ οἱ ἀδελφοί σουσυ Ἡρακλῆς καὶ Ἀντωνία ἡ καὶ Μοδέστα καὶ πάντες οἱ ἐν οἴκῳ. ἐρρῶσθαί σε εὔχομαι, κύριε τέκνον. Φαρμοῦθι ιβ. περὶ τοῦ παλαιοῦ πύργου τῆς οἰκίας φθάνει σοι γράψας Ἰούλιος ὅτι ὁ Εὐτύχης ἡμῖν παρενοχλεῖ. Σερήνῳ υἱῷ παρὰ Δωρίωνος πατρός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.