Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.5.232

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Χαιρήμων τῶι τὸ γραφεῖονγραφῖον πραγματευομένωι Κρονίωνι χαίρειν. τοῦτοῦτο ἐπιδεδομένου ἡμῖν ἀξιώματος ἀντίγραφον ὑποτέτακται. καλῶς οὖν ποιήσεις κατακολουθήσας τοῖς διʼ αὐτοῦ δηλουμένοις, ὡς καθήκει. ἔρρωσο. ἔτους τρίτου καὶ εἰκοστοῦ Τιβερίου Καίσαρος Σεβαστοῦ, Χοίαχ τρίτῃ. Χαιρήμονι ἐξηγητῆι παρὰ Ταορσείους τῆς Εὐτύχου μετὰ κυρίου τοῦ συνγενοῦς Πτολεμαίου τοῦ Χαιρήμονος. ὁ συμβιώσας μοι Γαλάτης Λυσιμάχου ἐτελεύτησεν ἀπολιπὼν ἐξ ἐμοῦ υἱοὺς ἀφήλικας τρεῖς Λυσᾶν καὶ Λυσίμαχον καὶ Εὐτυχᾶν, ὧν καὶ ἐπεγραψάμηνἀπεγραψάμηνἀπεγραψάμην διὰ σοῦ ἐπίτροπος. τοῦ δὲ Γαλάτου ὀφείλοντος, σὺν τοῖς ἑαυτοῦ ἀδελφοῖς Διδύμωι πρεσβυτέρωι καὶ Διδύμωι νεωτέρωι καὶ Λυσιμάχωι, Κάστορι καὶ Λυσιμάχωι ἀμφοτέροις Λυσιμάχου ἐπὶ μεσιτείᾳμεσειτείᾳ τελειωθείσῃ τῶι ι ἔτει Τιβερίου Καίσαρος Σεβαστοῦ ἀπὸ τῶν ὑπαρχόντων αὐτοῖς πατρι κῶν κατοικικῶν ἐδαφῶν κλήρου κατοικικοῦ ἀρουρῶν ὀγδοήκοντα δύο ἐν τῆι Πολέμωνος μερίδι, ἀφʼ ὧν περὶ μὲν Τεβπτῦνιν ἐν δυσὶ σφραγῖσι ἄρουραι τριάκοντα ἑπτά, περὶ δὲ Θεογονίδα ἐν μιᾷ σφραγῖδι ἄρουραι εἴκοσι πέντε πρότερον Λευκίου Τερεντίου καὶ περὶ Κερκῆσιν ἐν ἑτέρᾳ σφραγῖδι αἱ λοιπαὶ ἄρουραι εἴκοσι, ὥστʼ εἶναι τὰς προκειμένας τοῦ κλήρου ἀρούρας ὀγδοήκοντα δύο ἢ ὅσαι ἐὰν ὦσι, ὧν ἐκάστης σφραγῖδος αἱ γειτνίαιγιτνίαι καὶ τὰ ἄλλα διὰ τῆς σημαινομένης μεσιτείαςμεσειτείας δηλοῦνται, πρὸς τὰ διʼ αὐτῆς δανεισθέντα ἀργυρίου κεφαλαίου τάλαντα δύο καὶ δραχμὰς χιλίαςχειλίας διακοσίας καὶ τοὺς ἐπισυνηγμένους ἀπὸ τῆς σημαινο μένης συναλλάξεως μέχρι τοῦ νῦν τόκους, τοῦ δὲ Κάστορος καὶ Λυσιμάχου ἐνπεποιημένων τῶν σημαι νομένων τοῦ κλήρου ἀρουρῶν ὀγδοήκοντα δύο, ἀφʼ ἧς ἐποιήσαντο ἐν τῶι κα ἔτει Τιβερίου Καίσαρος Σεβαστοῦ διὰ τῶν καταλοχισμῶν τῶν κατοίκων μετεπιγραφῆς καὶ ἀπὸ μέρους παρακεχωρηκότων τοῖς ἑαυ τῶν ἀδελφοῖς. ὅθεν ἐδεήθημεν τοῦ τε Κάστορος καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Λυσιμάχου φιλανθρωπῆ σαι ἡμᾶς, ἐπὶ τῶι δόντας αὐτοῖς ἀργυρίου δραχμὰς δισχιλίαςδισχειλίας πεντακοσίας εἰς μέρος, ὧν ὀφείλουσινὀφίλουσιν ὅ τε Γαλάτης καὶ οἱ τούτου ἀδελφοὶ δημοσίων εἰδῶνἰδῶν καὶ ἄλλων ἐκστῆναι ἡμᾶς πάντας καὶ εὐδοκῆσαι τῆι γεγονυίᾳ διὰ τῶν καταλοχισμῶν μετεπιγραφῆι καὶ ταῖς εἰς τοὺς ἀδελφοὺς τῶν περὶ τὸν Κάστορα παραχωρήσεσι. καὶ ἀξιῶἀξιῶι συντάξαι γράψαι τῶι τὸ γραφεῖονγραφῖον πραγματευ ομένωι συνχρηματίζεινσουνχρηματίζειν μοι ἀναφερούσῃ ἐκ τούτων δηλουμένωνδηλουμένωνδηλομένων μου ἀφηλίκων υἱῶν ὀνομάτων μετʼ ἐπιτρόπου ἐμοῦ συναναφερόντων μοι καὶ τῶν τοῦ Γαλάτου ἀδελφῶν Διδύμου πρεσβυτέρου καὶ Διδύμου νεωτέρου καὶ Λυσιμάχου καὶ Ἁρυώτου τὴν τῆς ἐκστάσεως καὶ εὐδοκή σεως ὁμολογίαν κατὰ τὸ ἐπιβάλλον τοῖς ἀφήλιξί μου υἱοῖς μέρος ἕκτον, τῆς βεβαιώσεως ἐξακολουθούσης μοι σὺν τοῖς τοῦ Γαλάτου ἀδελφοῖς ἐξ ἀλληλεγγύηςἀλληλενγύης, ἵνʼ ὦι σὺν τοῖς παιδίοις εὐεργετημένηι. ἀνέγνωσταιδιέγνωσται. ἔτους κγ Τιβερίου Καίσαρος Σεβαστοῦ, Χοίακ γ. εὐτύχει.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.