no image
DDbDP-text
Petition to an Exegetes via HGV-meta
Linked by Trismegistos ID
TM 12073.
Each record below describes this same artifact or text from a different angle.
Χαιρήμων τῶι τὸ γραφεῖον πραγματευομένωι Κρονίωνι χαίρειν. τοῦ ἐπιδεδομένου ἡμῖν ἀξιώματος ἀντίγραφον ὑποτέτακται. καλῶς οὖν
ποιήσεις κατακολουθήσας τοῖς διʼ αὐτοῦ δηλουμένοις, ὡς καθήκει. ἔρρωσο. ἔτους τρίτου καὶ εἰκοστοῦ Τιβερίου Καίσαρος Σεβαστοῦ, Χοίαχ τρίτῃ.
Χαιρήμονι ἐξηγητῆι
παρὰ Ταορσείους τῆς Εὐτύχου μετὰ κυρίου τοῦ συνγενοῦς Πτολεμαίου τοῦ Χαιρήμονος. ὁ συμβιώσας μοι
Γαλάτης Λυσιμάχου ἐτελεύτησεν ἀπολιπὼν ἐξ ἐμοῦ υἱοὺς ἀφήλικας τρεῖς Λυσᾶν καὶ Λυσίμαχον
καὶ Εὐτυχᾶν, ὧν καὶ ἐπεγραψάμην διὰ σοῦ ἐπίτροπος. τοῦ δὲ Γαλάτου ὀφείλοντος, σὺν τοῖς ἑαυτοῦ ἀδελφοῖς
Διδύμωι πρεσβυτέρωι καὶ Διδύμωι νεωτέρωι καὶ Λυσιμάχωι, Κάστορι καὶ Λυσιμάχωι ἀμφοτέροις Λυσιμάχου
ἐπὶ μεσιτείᾳ τελειωθείσῃ τῶι ι… ἔτει Τιβερίου Καίσαρος Σεβαστοῦ ἀπὸ τῶν ὑπαρχόντων αὐτοῖς πατρικῶν κατοικικῶν ἐδαφῶν κλήρου κατοικικοῦ ἀρουρῶν ὀγδοήκοντα δύο ἐν τῆι Πολέμωνος μερίδι, ἀφʼ ὧν
περὶ μὲν Τεβπτῦνιν ἐν δυσὶ σφραγῖσι ἄρουραι τριάκοντα ἑπτά, περὶ δὲ Θεογονίδα ἐν μιᾷ σφραγῖδι ἄρουραι
εἴκοσι πέντε πρότερον Λευκίου Τερεντίου καὶ περὶ Κερκῆσιν ἐν ἑτέρᾳ σφραγῖδι αἱ λοιπαὶ ἄρουραι εἴκοσι,
ὥστʼ εἶναι τὰς προκειμένας τοῦ κλήρου ἀρούρας ὀγδοήκοντα δύο ἢ ὅσαι ἐὰν ὦσι, ὧν ἐκάστης σφραγῖδος
αἱ γειτνίαι καὶ τὰ ἄλλα διὰ τῆς σημαινομένης μεσιτείας δηλοῦνται, πρὸς τὰ διʼ αὐτῆς δανεισθέντα
ἀργυρίου κεφαλαίου τάλαντα δύο καὶ δραχμὰς χιλίας διακοσίας καὶ τοὺς ἐπισυνηγμένους ἀπὸ τῆς σημαινομένης συναλλάξεως μέχρι τοῦ νῦν τόκους, τοῦ δὲ Κάστορος καὶ Λυσιμάχου ἐνπεποιημένων τῶν σημαινομένων τοῦ κλήρου ἀρουρῶν ὀγδοήκοντα δύο, ἀφʼ ἧς ἐποιήσαντο ἐν τῶι κα ἔτει Τιβερίου Καίσαρος Σεβαστοῦ
διὰ τῶν καταλοχισμῶν τῶν κατοίκων μετεπιγραφῆς καὶ ἀπὸ μέρους παρακεχωρηκότων τοῖς ἑαυτῶν ἀδελφοῖς. ὅθεν ἐδεήθημεν τοῦ τε Κάστορος καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Λυσιμάχου φιλανθρωπῆσαι ἡμᾶς, ἐπὶ τῶι δόντας αὐτοῖς ἀργυρίου δραχμὰς δισχιλίας πεντακοσίας εἰς μέρος, ὧν
ὀφείλουσιν ὅ τε Γαλάτης καὶ οἱ τούτου ἀδελφοὶ δημοσίων εἰδῶν καὶ ἄλλων ἐκστῆναι ἡμᾶς πάντας
καὶ εὐδοκῆσαι τῆι γεγονυίᾳ διὰ τῶν καταλοχισμῶν μετεπιγραφῆι καὶ ταῖς εἰς τοὺς ἀδελφοὺς
τῶν περὶ τὸν Κάστορα παραχωρήσεσι. καὶ ἀξιῶ συντάξαι γράψαι τῶι τὸ γραφεῖον πραγματευομένωι συνχρηματίζειν μοι ἀναφερούσῃ ἐκ τούτων δηλουμένων μου ἀφηλίκων υἱῶν
ὀνομάτων μετʼ ἐπιτρόπου ἐμοῦ συναναφερόντων μοι καὶ τῶν τοῦ Γαλάτου ἀδελφῶν Διδύμου
πρεσβυτέρου καὶ Διδύμου νεωτέρου καὶ Λυσιμάχου καὶ Ἁρυώτου τὴν τῆς ἐκστάσεως καὶ εὐδοκήσεως ὁμολογίαν κατὰ τὸ ἐπιβάλλον τοῖς ἀφήλιξί μου υἱοῖς μέρος ἕκτον, τῆς βεβαιώσεως
ἐξακολουθούσης μοι σὺν τοῖς τοῦ Γαλάτου ἀδελφοῖς ἐξ ἀλληλεγγύης, ἵνʼ ὦι σὺν τοῖς παιδίοις
εὐεργετημένηι. ἀνέγνωσται. ἔτους κγ Τιβερίου Καίσαρος Σεβαστοῦ, Χοίακ γ. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.