no image
DDbDP-text
Oath of the Sluice Guards via HGV-meta
Oath of four priests of Tebtynis as sluice guards. Sworn declaration by four priests of Tebtynis to Gaius Julius Philetus, inspector of sowing of the Arsinoite nome, undertaking to guard two sluices of the priests, east and west of the bridge, and to be liable for any damage from collapse or breach. Written by the village scribe Apion in AD 24 because the priests were illiterate. machine translation
Linked by Trismegistos ID
TM 12074.
Each record below describes this same artifact or text from a different angle.
Μαρεψῆμις ὡς ἐτῶν κα, οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ
Πεχεῦς ὡς ἐτῶν με, οὐλὴ ἀντίχειρι ἀριστερῷ.
Σοκονῶπις ὡς ἐτῶν μ, οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς.
Φανῆσις ὡς ἐτῶν λθ, οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ.
Γαίωι Ἰουλίωι Φιλήτωι κατασπορεῖ Ἀρσινοείτου
παρὰ Μαρεψήμιος τοῦ Μαρεψήμιος Καλατύτιος καὶ
Πεχεῦτος τοῦ Ψοίφιος φυλασσόντων τὴν ἀπὸ λιβὸς τῆς γεφύρης ἄφεσιν ἱερέων καὶ παρὰ Σοκονώπιος τοῦ Σοκονώπιος καὶ Φανήσιος τοῦ Παστοοῦτος
φυλασσόντων τὴν ἀπὸ ἀπηλιώτου ἄφεσιν
ἱερέων. οἱ τέσσαρες ἱερεῖς τῶν ἀπὸ Τεβτύνεως
τῆς Πολέμωνος μερίδος φυλάσσοντες τὰς προκιμένας ἀφέσεις δύο ὀμνύομεν Τιβέριον Καίσαρα
Σεβαστὸν Νέον Αὐτοκράτορα θεοῦ Σεβαστοῦ υἱὸν
εἶ μὴν φυλάξειν ἕκαστον τὴν ἰδίαν ἄφεσιν
χωρὶς πάσης δαπάνης καὶ παρεδρεύσειν καθʼ ἑκάστην ὥραν πρὸς τὸ μηδὲν ἔλαττον ἐπακολουθῆσαι, ἐὰν δὲ καί τι γένηται πρόπτωμα ἢ ἔκρηγμα ἡμεῖς αὐτοὶ ὑπεύθυνοι ἐσόμεθα
παντὸς τοῦ ἐσομένου βλάβους. εὐορκοῦσι μὲν
ἡμῖν εὖ εἴη, ἐφιορκοῦσι δὲ τὰ ἐναντία.
ἔγραψεν ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα
Ἀπίων ὁ τῆς κώμης νομογράφος ἔτους ια
Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Σεβαστοῦ ιϛ.
Μαρεψῆμις Μαρεψήμιος Καλατύτιος συνομώμοκα
τὸν προκίμενον ὅρκον καὶ φυλάξω καὶ ποιήσω καθὼς πρόκιται. ἔτους ια Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς
Σεβαστοῦ ιϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.