no image
DDbDP-text
Declaration on Oath via HGV-meta
Oath of village elders on dike maintenance and receipt for payment. Two related documents from the village of Korphotoi in the Herakleopolite nome: the village elders swear by Augustus to build up, seal and guard three public dikes until the Nile flood recedes, and then acknowledge receiving 120 silver drachmas from the toparch Herakleios through a public bank for this work. Dated 1 August 25 BC. machine translation
Linked by Trismegistos ID
TM 23313.
Each record below describes this same artifact or text from a different angle.
[1]
Ἁτρῆς Ἁρπαήσιος καὶ Λαδάμας Πελάσιος
καὶ Ἁρσιῆσις Ὥρου καὶ Πετεῦρις Πετοσίριος
καὶ Ἁτρῆς Σεμθέως καὶ Σεμθονάης Μεγχείους
καὶ Ἁρσισόις Ἁρπαήσιος πρεσβύτεροι τῶν
ἀπὸ κώμης Κορφοτοὶ ὀμνύομεν Θεὸν
Αὐτοκράτορα Καίαρα Θεοῦ Υἱὸν ἦ μὴν ἄξειν
καὶ στεγνώσειν καὶ παρυλιεῖν τὰ περὶ τὴν
κώμην δημόσια χώματα τρία ὧν εἶναι
τὸ λεγόμενον Ζανήριος καὶ τὸ λεγόμενον
Μεγάλης ὁδοῦ καὶ τὸ ἀπὸ λιβὸς τοῦ […]…ωνίου
παραδείσου καὶ ἐπισκάψειν καὶ τηρήσειν
διὰ νυκτὸς καὶ ἡμέρας …μενο…[…]
ἀσινῆ, ἀρραγῆ καὶ ἀδιάκοπα μέχρι τῆς τοῦ
ποταμοῦ ἀποβάσεως ὄντες ἀλληλέγγυοι
ε… εὐορκοῦσι μὲν ἡμῖν εὖ εἴη […]α
ἐγράφη διὰ Θέωνος μονογράφου
διὰ τὸ φάσκειν μὴ εἰδέναι γράμματα
ἔτους … Μεσορὴ η
[2]
Ἁτρῆς Ἁρπαήσιος καὶ αὐτοῦ ἀδελφὸς
Ἁρσισόις καὶ Λαδάμας Πελάσιος καὶ
Ἁρσιῆσις Ὥρου καὶ Ἁτρῆς Σεμθέως
καὶ Σεμθονάης Μεγχείους τῶν ἀπὸ
κώμης Κορφοτοὶ Ἡρακλείωι τοπάρχηι Ἀγήματος. ὁμολογοῦμεν
ἀπέχειν παρά σου διὰ τῆς Ἀρείου
δημοσίας τραπέζης εἰς ἀπεργασίαν
ὧν κεχειρογραφήκαμεν χωμάτων
τριῶν περὶ τὴν κώμην ἀργυρίου
δραχμὰς ἑκατὸν εἴκοσι γίνονται δραχμαὶ ρκ […]
ἃς καὶ ἀπεργώμεθα ἐξ ὑγιοῦς καὶ
οὐδὲν ἐγκαλοῦμεν.
ἐγράφη διὰ Θέωνος μονογράφου διὰ τὸ
φάσκειν μὴ εἰδέναι γράμματα
ἔτους ε Μεσορὴ ηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.