Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.5.264_265dupl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

κγ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ. Μεχὶρ ιγ. ἐκδόσιμον ἔτους τρίτου καὶ εἰκοστοῦ Τιβερίου Καίσαρος Σεβαστοῦ απκ Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Θενπετερμοῦθις Ἁτρήους, ὡς ἐτῶν κοντα οὐλὴ τραχήλωι ἐκ δεξιῶν αλλωι δεξιῶι ιον πόδα, μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς αὐ τῆς Θενφατρήους υἱοῦ Τριαδέλφου τοῦ καὶ Ψενθνεῦτος Πετερμούθιος Σαβακοῦτος, ὡς ἐτῶν οὐλὴ μετώπῳ ἐξἐκς ἀριστερῶν, τῇ θυγατρὶ αὐτῆς Τακωνάειτι ὡς ἐτῶν ἑπτὰ οὐλὴ φακὸς ῥινὶ , μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Τεσενούφιος τοῦ Τεσενούφιος, ὡς ἐτῶν οὐλὴ μετώπωι ἐξἐκς ἀριστερῶν ὑπὸ τρίχα, καὶ τῶι ἑτέρωι αὐτῆς υἱῶιὑειῶι Τεσενούφι πέμπτῳπέμτῳ ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ γόνατι δεξιῶι, τοῖς δυσὶ Πομσάειος, πεπρα κέναι αὐτῇ Τακωνάειτι καὶ Τεσενούφι πέμπτῳπέμτῳ τὴν ὑπάρχουσαν τῇ Θενπετερμούθι παιδίσκην δούλην ᾗ ὄνομα Τασουχᾶς, ὡς ἐτῶν δέκα ἑπτὰ ὑπόπτιλλος οὐλὴ μετώπῳ ἐκ δεξιῶν, ταύτην τοιαύτηντυαύτην ἀναπόρριφον πλὴν ἐπα φῆς καὶ ἱερᾶςεἱαιρᾶς νόσου· καὶ ἀπέχειν τὴν Θενπετερμοῦθιν παρὰ τῆς Τακωνάειτος καὶ τοῦ Τεσενούφιος πέμπτου τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸςχιρὸς ἐξἐκς οἴκου, καὶ βεβαιώσειν αὐτήν τε Θεν πετερμοῦθιν καὶ τοὺς παρʼ αὐτῆςἀουτῆς τῇ Τακουνάειτι καὶ Τεσενούφι πέμπτῳ καὶ τοῖς παρʼ αὐτῶν κατὰ τὴν πρᾶ σιν ταύτην πάσῃ βεβαιώσειβεβαιώσι ἀπό τε ἰδιωτικῶνεἰδιωτικῶν καὶ πάσης ἐμποιήσεωςἐνπυήσεως ἐπὶ τὸν ἅπαντα χρόνον πλὴν δρασμοῦ, καὶ παρέξεσθαι αὐτὴν ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστονἀνεπιδάνιστον καὶ καθαράν, μενούσης δὲ τῇ Τακουνάειτι καὶ τῷ Τεσενούφι πέμπτῳπέμτῳ ἧς πεποίηταιπεπύητε αὐτοῖς ἡ Θενπετερμοῦθις πράσεωςπρασις προτέρας μέρους οἰκίας καὶ αὐλῆς καὶ τῶν διʼ αὐτῆς δεδηλωμένων πάντων κυρίων. ὑπογραφεὺς τῆς Θενπε τερμούθιος καὶ τοῦ κυρίου Χαλῆς δεύτερος Χαλήους τοῦ καὶ Ταμᾶτος ὡς ἐτῶν κοντα μέσος μελί χρωος μακροπρόσωπος εὐθύρινος οὐλὴ ὑπὸὑπὼ γόνυ δεξιόν. ἡ συνγραφὴ κυρία ἔστω πανταχῇ. Θενπετερμοῦθις Ἁτρήους μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς μου Θενφατρήους υἱοῦ Τριαδέλφου τοῦ καὶ Ψενθνεῦτος Πετερμούθεως Σαβακοῦτος ὁμολογῶ πεπρακέναι τοῖς υἱοῖς μου Τακουνάειτι καὶ Τεσενούφι πέμπτῳ τοῖς δυσὶδυσεὶ ΦομσάιοςΦομσαειως, μετὰ κυρίου τῆς Τακονάειτος τοῦ ἑαυτῆςαἱαυτῆς υἱοῦ ΤεσενούφεωςΤεσενούφεος τοῦ ΤεσενούφεωςΤεσενούφεος, τὴν ὑπάρχουσάν μοι παιδίσκηνπεδικσκεν δούλην ᾗ ὄνομα Τασουχᾶς, ὡς ἐτῶν δέκα ἑπτὰ ὑπόπτιλλος οὐλὴ μετώπῳμετόπῳ ἐκ δεξιῶν, ταύτην τοιαύτην ἀναπόρριφονἀναποριπτον πλὴν ἐπαφῆς ἢ ἱερᾶςεἱερᾶς νόσου. καὶ ἀπέχω παρὰ τῆς Τακονάειτος καὶ Τεσενούφιος πέμπτου τὴν συνκεχωρημένηνσυνκεχορημένην καὶ ἑσταμένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξἐκς οἴκου, καὶ βεβαιώσωβεβεώσω τοῖς κατὰ τὴν πρᾶσιν ταύτην πάσῃ βεβαιώσειβεβεώσι πλὴν δρασμοῦδρασμῶ, καὶ παρέξομαι αὐτὴν ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστονἀνεπιδάνιστον καὶ μηδὲ προπεπραμένην μηδὲ μέρους μηδὲ ὑποτεθειμένηνὑποτεθιμένην, μενούσης ἡμῖν τῆς προτέρας πράσεως ἡμίσους μέρους οἰκίας καὶ αὐλῆς κυρίας καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Χαλῆς δεύτερος Χαλήους τοῦ καὶ Ταμᾶτος διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Τεσενοῦφις πέμπτος Πομσάειος γέγονεγέγωναι εἴς μεμαι ἡ πρᾶσις καθὼς πρόκιται. Τακουνάεις Φομσάιος μετὰ κυρίου ἐμοῦ τοῦ ἑαυτῆςαἱαυτῆς υἱοῦ Τεσενούφιος τοῦ Τεσενούφιος. γέγονεγέγωνε εἴς με ἡ πρᾶσιςπρασει καθὼς πρόκειται. Τεσενοῦφις γέγραφα καὶ ὑπὲρ αὐτῆς μὴ εἰδυίαςεἰδυείας γράμματα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.