no image
DDbDP-text
[r]
Ἡρακλῆς Ὀρσεῦτος μητρὸς Ταορσενούφιος ὁμολογῶ πεπρακέναι Σίφωνι Νεφερῶτος μητρὸς Ταοννώφρις
κατὰ τήνδε τὴν πρᾶσιν ταύτην ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὸν ὑπάρχοντά μοι πατρικὸν ψιλὸν τόπον περιτετειχισμένον, ἐν ᾧ οἶκοι δύο ἀπὸ συνθέτης πλίνθου, καὶ τὰ συνκύροντα πάντα
ἐν Κερκεσούχοις Ὄρους· ὧν γείτονες νότου ῥύμη βασιλική, βορρᾶ υἱῶν Πασίωνος τόποι, λιβὸς υἱῶν Παποντῶτος
τέκτονος τόποι, ἀπηλιώτου Κοννῶτος τοῦ Πανήσιος οἰκία καὶ αἴθριον. καὶ ἀπέχω παρὰ τοῦ Σίφωνος
τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καθὼς πρόκιται. ἔγραψεν
ὑπὲρ αὐτοῦ Εὔτυχος πρεσβύτερος Εὐτύχου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.
[v]
πρᾶσις[…]
Κερκεσούχοις […]
ἄχρηστος[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.