Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mich.5.350
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους πρώτου Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ μηνὸς Ὑπερβερεταίου ἐπαγομένων νουμηνίᾳ Μεσορὴ ἐπαγομένων νουμηνίᾳ ἐν Τεβπτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἀρσινόη Ἡρακλείδου, ὡς ἐτῶν εἴκοσι , οὐλὴ γενείῳ ἐκἐγ δεξιῶν μετὰ κυρίου τοῦ ἑαυτῆς ἀν δρὸς Λυσιμάχου τοῦ Λυσιμάχου, ὡς ἐτῶν εἴκοσι ὀκτώ , οὐλὴ ὀφρύι δεξιᾷ, τοῖς ἑαυτῆς γονεῦσι Ἡρακλεί δῃ νεωτέρῳ Μάρωνος, ὡς ἐτῶν τεσσαράκοντα ἕξ , οὐλὴ γενείῳ ἐξ ἀριστερῶν, καὶ τῇ τούτου γυναικὶ μη τρὶ δὲ τῆς Ἀρσινόης Πτολέμᾳ Ἡρώδου, ὡς ἐτῶν τεσσαράκοντα , οὐλὴ γαστροκνημίᾳ δεξιᾷ, μετὰ κυρίου αὐτοῦ Ἡρακλείδου, ἐξίστασθαι αὐτοῖς πάντων ὧν ἔχουσι καὶ ὧν ἐὰν ἐπικτήσωνται κλήρων τε καὶ ἀμπελώνων καὶ παραδείσων καὶ οἰκοπέδων καὶ δουλικῶν σωμάτων καὶ κτήνων παντοίων καὶ ἐπιπλόων καὶ ἐνδομενείας καὶ ἐνοφειλομένων πάντων καὶ ὧν ἐὰν ἐπικτήσωνται καὶ τῶν καταλειφθησομένων ὑπʼ αὐτῶν καθʼ ὃν δήποτε οὖν τρόπον, πλὴν γυναικείωνγυναικων αὐτῆς Πτολέμας σκευῶν καὶ ἱματισμοῦεἱματισμοῦ γυναικείουγυναικειων μόνων, διὰ τὸ ἀρκεῖσθαι τὴν Ἀρσινόην ἐπὶ τῶν προσενηνε γμένων αὐτῇ ὑπὸ τῶν προγεγραμμένων αὐτῆς γονέων Ἡρακλείδου καὶ Πτολέμας διʼ ὧν ἔχει συγ γραφῶν γαμικῶν πρὸς τὸν προγεγραμμένον αὐτῆς ἄνδρα Λυσίμαχον Λυσιμάχου. ἀλλὰ καὶ τὸν ἐπελ θόντα ἢ ἐνκαλέσαντα τῷ Ἡρακλείδῃ ἢ τῇ Πτολέμᾳ ἢ τοῖς τούτων ἀρρενικοῖς τέκνοις ἐκ τοῦ τῆς Ἀρσινόης ὀνόματος αὐτὴν Ἀρσινόην ἐκδικήσειν τοῖς ἰδίοις δαπανήμασι καὶ ἀνηλώμα σι. ἣν δʼ ἂν ποιήσηταιποήσηται κατὰ ταῦτα ἡ Ἀρσινόη ἢ ἄλλοιἀλλους ὑπὲρ αὐτῆς ἐπὶ τοὺς προγεγραμμένους Ἡρακλείδην καὶ Πτολέμαν ἢ ἐπὶ τοὺς αὐτῶν κληρονόμους ἔφοδον ἢ ἔνκλησιν ἢ διαμφισβήτησιν ἢ ἐνποίησινἐνποσιν ἢ κώλυσιν ἢ κακοτέχνησιν ἄκυρον καὶ ἀπρόσδεκτον εἶναι αὐτῇ τε Ἀρσινόῃ καὶ παντὶ τῷ ὑπὲρ αὐτῆς ἐπελευσομένῳ. καὶ προσαποτεισάτω ἡ Ἀρσινόη τοῖς προγεγραμμένοις ἢ ᾧ ἐὰν αὐτῶν ἐπέλθῃ παραχρῆμα τά τε βλάβη καὶ ἀνηλώματα διπλᾶ καὶ ἐπίτιμονἐπίτειμον ὡς ἴδιον χρέος ἀργυρίου ἐπισήμου δρα χμὰς χιλίαςχειλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηδὲν ἧσσον μενόντων κυρίων τῶν διωμολογημένων. Ἀρσινόη Ἡρακλείδου μετὰ κυρίου ἐμοῦ τοῦ ἑαυτῆς ἀνδρὸς Λυσιμάχου τοῦ Λυσιμάχου ὁμολογῶ ἐξίστασθαι τοῖς προγεγραμμένοις μου γονεῦσι Ἡρακλείδῃ νεωτέρῳ Μάρωνος καὶ τῇ μητρὶ Πτολέμᾳ Ἡρώδου πάντων ὧν ἔχου σι καὶ ὧν ἐὰν ἐπικτήσωνται κλήρων τε καὶ ἀμπελώνωνἀμπελόνων καὶ παραδείσων καὶ οἰκοπέδων καὶ δούλων σωμάτων καὶ κτήνων παντοίων καὶ ἐπιπλόωνἐπιπλων καὶ ἐνδομενείας καὶ ἐνοφειλομένων πάντων καὶ ὧν ἐὰν ἐπικτή σωνται καὶ τῶν καταλειφθησομένων ὑπʼ αὐτῶν καθʼ ὃν δήποτε οὖν τρόπον πλὴν γυναικείωνγυναικων αὐτῆς Πτολέμας σκευῶν καὶ ἱματισμοῦ γυναικείουγυναικειων μόνων διὰ τὸ ἀρκεῖσθαιἀρκεῖσθε με ἐπὶ τῶν προσενηνεγμένων μοι ὑπὸ τῶν προγεγραμμένων μου γονέωνγωνέων Ἡρακλείδου καὶ Πτολέμας διʼ ὧν ἔχω συνγραφῶν γαμικῶν πρὸς ἐμὲ τὸν ἄνδρα Λυσίμαχον Λυσιμάχου, ἀλλὰ καὶ τὸν ἐπελθόντα ἢ ἐνκαλέσαντα τῷ Ἡρακλείδῃ ἢ τῇ Πτολέμᾳ ἢ τοῖς αὐτῶν ἀρσενικοῖς τέκνοις ἐκ τοῦ ἐμοῦ τῆς Ἀρσινόης ὀνόματος ἑαυτὴν Ἀρσινόην ἐκδικήσεινἐκδικήσιν τοῖς ἰδίοις δαπανήμασι καὶ ἀνηλώμασι καὶ τὰ ἄλλα ποιήσω καθὼς πρόκειται. Λυσίμαχος γέγραφα ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίαςεὐδυειης γράμματα καὶ ἐπιγέγραμμαιἐπιγέγραμμε αὐτῆς κύριος. Ἡρακλείδης νεώτερος Μάρωνος καὶ ἡ γυνή μου Πτολέμα Ἡρώδου μετὰ κυρίου ἐμοῦ τοῦ ἀνδρὸς Ἡρακλείδου γέγονε εἰςἰς ἡμᾶς ἡ ἔκστασις καθὼς πρόκιται. Ἡρακλείδης γέγραφα ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίαςἰδυειης γράμματα.Cross-references (3)
- TM-Text 12160 primary
- DDbDP-Text p.mich;5;350 tier-1
- HGV-Text 12160 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.