Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.6.425

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Καλπουρνίωι Κονκέσσωι τῶι κρατίστωι ἐπιστρατήγωι παρὰ Γεμέλλου τοῦ καὶ Ὡρίωνος Γαίου Ἀπολιναρίου Ἀντινοέως. οὗ ἐπέδωκα τῷ λαμπροτάτωι ἐπάρχωι Αἰμιλίῳ Σατουρνίνῳ βιβλιδίου καὶ ἧς ἔτυχον αὐτοῦ ἱερᾶς ὑπογραφῆς ἀντίγραφον ὑπέταξα. ἀξιῶ, ἐάν σου τῇ τύχῃ δόξῃδοξε, γράψαι τῷ διακειμένῳ ἐν τῷ Ἀρσινοείτῃ ἑκατοντάρχῃ πέμψαι τὸν ἀντίδικονἀντίδιχον ἐπὶ τὴν σὴν διάγνωσιν καὶ ἀκοῦσαί μου πρὸς αὐτὸν ὅπως τύχωχυχω τῶν δικαίων. ἔστι δέ· Κυίντωι Αἰμιλίωιἀμιλλίωι Σατουρνίνωι ἐπάρχωι Αἰγύπτου παρὰ Γεμέλλου τοῦ καὶ Ὡρίωνος Γαίου Ἀπολιναρίου Ἀντινοέως καὶ ὡς χρη ματίζω. ἐντυγχάνω, κύριε, κατὰ Κάστορος χειριστοῦ κώμης Καρανίδος τῆς ἩρακλείδουἩρακείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὅδε καταφρονήσας μου ὡς ἐπισινοῦςἐπισουνοῦς, μονόφθαλμος γὰρ ὢν τῷ δοκοῦντι ὁρᾶν οὐ βλέπω ὡς ἐν ἀμφοτέροιςἀνφοτέροις πονηρὸν εἶναι ἄντικρυςἄντικροις, ἠργολάβησέν με καὶ πρότερον ἐμὲ ἐξυβρίσαςἐξυβρείσας δημοσίᾳ καὶ τὴν μητέραμητέραν μου, μετὰ τὸ πλείσταιςπλίσταις αὐτὴν πληγαῖς αἰκίσασθαι καὶ πέλυκι ὅλας μου τέσσαραςτέσσαρες θύρας κατασχίσαικατασχείσαι ὥστε ὅλην ἡμῶν τὴν οἰκίαν ἀναπεπταμένηνἀνεπταμένην γενέσθαι καὶ εὐεπίβατονεὐεπείβατον παντὶ κακούργῳ, τούτων κατεσχισμένωνκατασχεισμένων καὶ κατενηνεγμένων ἡμῶν μηδὲν ὀφειλόντων τῷ ταμείῳ, ὅθεν οὐδὲ σύμβολον παραγαγεῖνπαράξαι ἐτόλμησε μὴ ἀδικεῖν διʼ αὐτοῦ ἐλέγχηται ἢ ἐργολαβηκέναι. διὸ, σωτῆρος τάξαντος τοὺς ἀδικουμένους σοισυ προσιέναιπροσειέναι ἀδεῶς τῶν δικαίων τευξομένους, ἀξιῶ ὑπὸ σοῦ, κύριε, ἀκουσθῆναι καὶ ἐκδικηθῆναιἐγδικηθῆναιεκδικηθηναι ἵνʼ ὦ εὐεργετημένος, τὸν δὲ ἀντίδικον πεμ φθῆναι ἐξ αὐθεντίας σου ἐπὶ τὴν σὴν διάγνωσιν. Γέμελλος ἐπιδέδωκα. Γερμανὸς ἔγραψα ὑπὲρ αὐτοῦ. ἔτους ϛ Μεσορὴ ιη τῷ κρατίστῳ ἐπιστρα τήγῳ ἔντυχε πρὸς τὰ αὐτοῦ μέρη οὐκ ἐνδεήσοντι· ἀπόδος. Γέμελλος ὁ καὶ ὩρίωνὩριωνος ἐπιδέδωκα ὡς πρόκειταιπρόκιται. Πανεβτίχιος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἔτους ϛ Μεσορὴ ἐπαγομένων γ. ἐπὶ τῶν τόπων νῦν γενομένῳ ἔντυχε. ἀπόδος.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.