Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.6.428

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς ΞανδικοῦΞαντικοῦ Μεχεὶρ θ ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Οὐαλερία Διοδώρα θυγάτηρ Γαίου Οὐα λερίου Ἡρακλειανοῦ ὡς ἐτῶν ξ οὐλὴ γαστροκνημίᾳ δεξιᾷ καὶ φακὸς παρὰ ῥινὶ ἐξ ἀριστερῶν μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Λιμναίου Πεθέως τοῦ Ἁτρείους μητρὸς Σαμβοῦτος ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν ξη οὐλὴ χείλειχείλι τῷ κάτω καὶ ἀντικνημίῳ ἀριστερῷ Γαίωι Ἰουλίῳ Νίγερι ἀπολυσίμῳ ἀπὸ ἱππικῆςἱππεικῆς στρατείαςστρατίαςστρατιᾶς ἐξ ἴλης οὐετρανῆς Γαλλικῆς ὡς ἐτῶν μζ οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν πεπρακέναι αὐτῷ τὴν ὁμολογοῦσαν Οὐαλερίαν Διοδώραν ὥστε αὐτῷ καὶ ἐνγόνοις αὐτοῦ καὶ τοῖς παρʼ αὐτῶν μεταλημψομένοις εἰς μετεπιγραφὴν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν αὐτῇ μητρικὴν Μενουκίας Θερμουθαρίου ἐν κώμῃ Καρανίδι οἰκίαν καὶ αὐλὰς δύο ὧν γείτονες καθὼς ἐκ συμφώνουἐξυμφώνου ὑπηγόρευσαν νότου τῆς ὁμολογούσης Οὐαλερίας Διοδώρας περιστερεὼν καὶ ἐπί τιτει μέρος εἴσοδοςεἰσόδου καὶ ἔξοδοςἐξόδου, βορρᾶ Πεθέως Ἡρᾶ καὶ Ἡρᾶτος Πεθέως οἰκία, λιβὸς τῆς αὐτῆς ὁμολογούσης Οὐαλερίας Διοδώρας οἰκία, ἀπηλιώτου Πεθέως Ἡρᾶ τόποι καὶ ἐπί τιτει μέρος εἰσόδου καὶ ἐξόδου, ἐπὶ τοῖς οὖσι αὐταῖςαὐτοῖς εἰσόδοις καὶ ἐξόδοις καὶ θεμελίοις καὶ τείχεσι καὶ ἐφʼ οἷς ἄλλοις ἐπε κρατήθησαν μέχρι τοῦ νῦν δικαίοις πᾶσι, καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν Οὐαλερίαν Διοδώραν παρὰ τοῦ Ἰουλίου Νίγερος τὴν συμπεφωνημένην τιμὴντειμὴν πᾶσαν ἐκ πλήρους ἀργυρίου δραχμὰς ὀκτακοσίας παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαι ώσειν αὐτήν τε τὴν ὁμολογοῦσαν Οὐαλερίαν Διοδώραν καὶ τοὺς παρʼ αὐτῆς τῷ Ἰουλίῳ Νίγερι καὶ τοῖς παρʼ αὐτοῦ τὴν πεπραμένην αὐτῷαυτου ὡς πρόκειται οἰκίαν καὶ αὐλὰς δύο πάσῃ βεβαιώσειβεβαιώσι, ἣν καὶ παρέξεσθαιπαρέξασθαι ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστονἀνεπιδάνιστον καὶ καθαρὰν ἀπὸ μὲν δημοσίων ὀφειλημάτων πάντων ἀπὸ τῶν ἔμπροσθενἔνπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεωςἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον, καὶ μηδένα κωλύοντα τὸν Ἰούλιον Νίγερα μηδὲ τοὺς παρʼ αὐτοῦ κυριεύονταςκυριευοντα τῆς πεπραμένης αὐτῷ ὡς πρόκειται, εἰσοδεύοντας καὶ ἐξοδεύοντας καὶ ἐνοικοῦντας καὶ ἐνοικίζοντας καὶ τὰ ἐξ αὐτῆς ἐνοίκια εἰς τὸ ἴδιονεἴδιον ἀποφερομένους καὶ πωλοῦντας καὶ ὑποτίθοντας ἑτέροιςἑταίροις καὶ οἰκονομοῦντας περὶ αὐτῆς καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀπαραποδίστως, καὶ πρὸς ταῦτα μηδὲν τὴν ὁμολογοῦσαν Οὐαλερίαν Διοδώραν μηδὲ τοὺς παρʼ αὐτῆς ἐνκαλεῖν μηδὲ ἐνκαλέσειν μηδὲ ἐπελεύσεσθαι τρόπῳ μηδενί· ἐὰν δὲ ἐπέλθῃ ἢ ἐνκαλέσῃ ἢ μὴ βεβαιοῖ, τὴν μὲν ἔφοδον ἢ ἔνκλησιν ἄκυρον εἶναι, ἔτι δὲ καὶ προσαποτισάτω ἥν τε εἴληφεν τιμὴντειμὴν διπλῆν καὶ τὰ τέλη καὶ τὰ ἀναλώματα διπλᾶ καὶ ἐπίτιμονἐπίτειμον ἀργυρίου δραχμὰς τετρακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, χωρὶς τοῦ καὶ τὰ προγεγραμμένα καὶ διωμολογημένα μέ νειν κύρια, καὶ ὁπότε ἐὰν βούληται ὁ Ἰούλιος Νίγερ ἀπογράψεται τὴν προκειμένην οἰκίαν καὶ αὐλὰς δύο διὰ τῆς τῶν ἐνκτήσεων βιβλιοθήκης ἀπὸ ἀντιγράφου τῆσδε τῆς ὁμολογίαςὁμολογείας διὰ τὸ ἐπὶ τοῦ παρόντος μὴ βεβουλῆσθαι. ὑπογραφεύς . Οὐαλερία Διοδώρα θυγάτηρ Γαίου Οὐαλερίου Ἡρακλιανοῦ μετὰ κυρίου τοῦ αὐτοῦἑαυτῆςἑαυτοῦ ἀνδρὸς Λιμναίου Πεθέως τοῦ Ἁτρείους μητρὸς Σαμβοῦτος ἀπὸ κώμης Καρανίδος ὁμολογῶ πεπρακέναι τῷ Γαίῳ Ἰουλίῳ Νίγερι οὐετρανῷ τὴν ὑπάρ χουσάν μοι μητρικὴν Μινουκίας Θερμουθαρίου ἐν κώμῃ Καρανίδι οἰκίαν καὶ αὐλὰς δύο ἧς αἱ γειτνίαιγιτνίαι πρόκεινται, καὶ ἀπέχω παρὰ τοῦ Ἰουλίου Νίγερος τὴν συνπεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους ἀργυρίου δραχμὰς ὀκτακοσίας παραχρῆμα διὰ χειρὸςχιρὸς ἐξ οἴκου, καὶ βεβαιώσω τῷ Ἰουλίῳ Νίγερι τὴν προκειμένην προκιμένην οἰκίαν καὶ αὐλὰς δύο πάσῃ βεβαιώσειβεβαιώση καθὼς πρόκειταιπρόκιται. Λιμναῖος Πεθέως ἔγραψα ὑπὲρ τῆς γυναικός μου βραδέα γραφούσης. Οὐαλερία Διοδώρα θυγάτηρ Γαίου Οὐαλερίου Ἡρακλιανοῦ ὁμολογῶ πεπρακέναιπεπρακένε τῷ Ἰουλίῳ Νίγερι τὴν προκειμένηνπροκιμένην οἰκί αν καὶ αὐλὰς δύο καὶ ἀπέχω τὴν τιμὴν ἀργυρίου δραχμὰς ὀκτακοσίας καὶ βεβαιώσωβεβεώσω καθὼς πρόκειταιπρόκιται. Γάιος Ἰούλιος Νίγερι ἀπολύσιμος ἀπὸ ἱππικῆςἱπιπικῆς στρατείαςστρατίαςστρατιᾶς ἐξ ἴληςεἴλης οὐετρανῆςοὐατρανῆς ΓαλλικῆςΓαλικῆς γέγονε εἴς με ἡ ὁμολογία καθὼς πρόκειταιπρόκιται. ἀναγέγραπται διὰ γραφείου Καρανίδος.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.