no image
DDbDP-text
Ἀπίωνι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου
μερίδος
παρὰ Ταρμούθιος τῆς
Φίμωνος λαχανοπώλης
ἀπὸ κώμης Βακχιάδος
τὸ παρὸν μὴ ἔχουσα κύριον· τῇ δ τοῦ ἐνεστῶτος μηνὸς Φαρμοῦθι,
ἁπλῶς μηδὲν ἔχουσα
πρᾶγμα πρὸς ἐμὲ, Ταορσενοῦφις, γυνὴ Ἀμμωνίου
τοῦ καὶ Φίμωνος πρεσβυτέρου κώμης Βακχιάδος
ἐπελθοῦσα ἐν τῇ οἰκίᾳ μου ἄλογόν μοι ἄηδίαν συνεστήσατο καὶ
περιέσχισέ μοι τὸν χιτῶνα καὶ τὸ πάλλιον
οὐ μόνον, ἀλλὰ καὶ ἀπενέγκατό μου ἐν τῇ ἀηδίᾳ ἅς εἶχον κειμένας
ἀπὸ τιμῆς ὧν πέπρακον
λαχάνων δραχμὰς ιϛ. καὶ τῇ
ε τοῦ αὐτοῦ μηνὸς
ἐπελθὼν ὁ ταύτης
ἀνὴρ Ἀμμώνιος ὁ καὶ Φίμων εἰς τὴν οἰκίαν μου
ὡς ζητῶν τὸν ἄνδρα μου
ἄρας τὸν λυχνόν μου
ἀνέβη εἰς τὴν οἰκίαν
μου, ἀπενέγκατο εἶχον
κείμενον ζεῦγος ψελλίων
ἀργυρῶν ἀσήμου ὁλκῆς
δραχμὰς μ, τοῦ ἀνδρός μου ὄντος ἐπὶ ξένης. διὸ ἀξιῶ
ἀχθῆναι τοὺς ἐνκαλουμένους ἐπί σε πρὸς δέουσαν ἐπέξοδον. εὐτύχει …
Ταρμοῦθις ὡς ἐτῶν λ, οὐλὴ
ποδὶ δεξιῷ.
ἔτους ιζ Αὐτοκράτορος
Καίσαρος Νέρουα Τραιανοῦ
Σεβαστοῦ Γερμανικοῦ
Δακικοῦ. Φαρμοῦθι ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.