no image
DDbDP-text
Division of Inherited Property via HGV-meta
Linked by Trismegistos ID
TM 12047.
Each record below describes this same artifact or text from a different angle.
ιθ
ἔτους[…]Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Δαισίου ιθ Φαρμοῦθι
ιθ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Γάιος Μινούκιος Ἀκύλας
ὡς ἐτῶν[…]οὐλὴ μετώπωι καὶ αἱ τούτου ὁμοπάτριοι καὶ ὁμομήτριοι ἀδελφαὶ Μινουκία Γέμελλα ὡς ἐτῶν
[…]οὐλή[…] δεξιᾷ καὶ Μινουκία Θερμουθάριον ὡς ἐτῶν εἴκοσι οὐλὴ ὑπὸ ἀντικνήμιον ποδὸς δεξιοῦ
μετὰ κυρίων τῆς μὲν Μινουκίας Γεμέλλας Γαίου Σεμπρωνίου Πρείσκου ἀπολυσίμου ἀπὸ στρατείας ἐκ λεγιῶνος ὡς ἐτῶν πεντήκοντα[…] οὐλὴ ποδὶ ἀριστερῷ ὑπτίῳ, τῆς δὲ Μινουκίας Θερμουθαρίου Λουκίου Οὐιβίου Κρεισπίνου ἀπολυσίμου ἀπὸ
στρατείας ἐκ λεγιῶνος ὡς ἐτῶν τεσσαράκοντα ἐννέα οὐλὴ πήχει ἀριστερῷ διῃρῆσθαι πρὸς ἑαυτοὺς κατὰ τήνδε τὴν ὁμολογίαν ἐπὶ τὸν ἅπαντα χρόνον τὰ ὑπάρχοντα αὐτοῖς πατρικὰ καὶ μητρικά, ἅπερ ἐστὶν πατρικὰ μὲν περὶ Κερκεσοῦχα
[…]ἰδιοκτήτου γῆς ἄρουραι ἓξ καὶ περὶ Ψεναρψενῆσιν ἐλαιῶνος νεοφύτου ἐν κατοικικῇ τάξει ἄρουρα μία καὶ περὶ
Καρανίδα κλήρου κατοικικοῦ ἄρουραι δύο τέταρτον καὶ ἐπιβολῆς κώμης ἄρουρα μία ὄγδοον καὶ ἐν τῇ Καρανίδι οἰκίαι δύο
καὶ θησαυρὸς καὶ ἀνὰ μέσον περιστερεών, μητρικὰ δὲ περὶ τὴν αὐτὴν κώμην Κερκεσοῦχα κλήρου κατοικικοῦ
ἄρουραι τρεῖς καὶ ἐν τῇ Καρανίδι ἥμισυ μέρος οἰκίας· καὶ ἐξ ἧς πεποίηνται πρὸς ἑαυτοὺς ἐκ συμφώνου διαιρέσεως
ἐπανειρῆσθαι τὸν μὲν Γάιον Μινούκιον Ἀκύλαν εἰς τὸ ἐπιβάλλον αὐτῷ μέρος πάντων τῶν προκειμένων τὰς τῆς ἰδιοκτήτου γῆς ἀρούρας ἓξ περὶ Κερκεσοῦχα καὶ τὴν τοῦ ἐλαιῶνος ἄρουραν μίαν περὶ τὴν Ψεναρψενῆσιν καὶ ἐν κώμῃ Καρανίδι
τῶν οἰκιῶν δύο τὴν ἐκ τοῦ πρὸς λίβα μέρους πρότερον Ἁρπαήσιος Λιμναίου οἰκίαν καὶ αὐλὴν καὶ τὸν προειρημένον ἀπὸ βορρᾶ θησαυρὸν καὶ τὸν περιστερεῶνα ὧν γείτονες νότου καὶ λιβὸς ῥῦμαι βασιλικαὶ βορρᾶ
Πετεεῦτος τοῦ Πεθεῦτος οἰκία ἀπηλιώτου ἑτέρα οἰκία ἐπανειρημένη ὑπὸ τῆς Γεμέλλας καὶ Θερμουθαρίου
καὶ ἐπανειρῆσθαι[…]… Μινουκίαν Γέμελλαν καὶ Μινουκίαν Θερμουθάριον κοινῶς ἐξ ἴσου εἰς τὸ ἐπιβάλλον αὐταῖς πάντων τῶν προκειμένων μέρος τὸν περὶ τὴν Καρανίδα κλῆρον κατοικικὸν ἀρουρῶν δύο τετάρτου
καὶ τὴν τῆς ἐπιβολῆς κώμης ἄρουραν μίαν ὄγδοον καὶ τὰς περὶ τὴν Κερκεσοῦχα κλήρου κατοικικοῦ ἀρούρας τρεῖς
καὶ τὸ ἥμισυ μέρος τῆς οἰκίας ἐν τῇ κώμῃ Καρανίδι καὶ τὴν ἑτέραν ἐν τῇ αὐτῇ κώμῃ οἰκίαν καὶ αὐλήν ἐκ τοῦ
πρὸς ἀπηλιώτην μέρους καὶ τὸν ἀπὸ βορρᾶ ἕτερον τόπον περιπεπλαστευομένον λεγόμενον θησαυρὸν καὶ τὸν
[…]ἐν ᾧ ἐπανείρηται ὁ Ἀκύλας περιστερεῶνι οἶκον μονόστεγον ἐν ᾧ ἐστιν μύλος καὶ ὅλμος
ὧν γείτονες νότου ῥύμη βασιλικὴ βορρᾶ Πετεεῦτος τοῦ Πεθέως τοῦ προγεγραμμένου οἰκία λιβὸς ἣν ἐπανείρηται ὁ Ἀκύλας οἰκίαν καὶ περιστερεῶνα ἀπηλιώτου Ἡρᾶτος τοῦ
Διοσκόρου καὶ Τετοσείρεως τῆς Ἡρᾶτος τόποι· καὶ ἐπανειρῆσθαι αὐτὰς[…]ἐπι τοῦ ὅλου ἀρουρηδοῦ ἢ ὅσων ἐὰν ᾖ καὶ τὰ πᾶσι συνκύροντα πάντα […]
[…]ἐπὶ τῇ οὔσῃ αὐτῶν διαθέσει καὶ φωσφορίαις καὶ θεμελίοις […]
[…]τοῦ ἐλαιῶνος καὶ τοῦ ἡμίσους μέρους τῆς οἰκίας ἧς καὶ […]
[…] καὶ ἐκχύσεσι καὶ τοῖς ἄλλοις δικαίοις πᾶσι ἐφʼ ᾧ … Ἀκύλας
[…]Γεμέλλᾳ καὶ Θερμουθαρίῳ οὐδὲ τοῖς παρʼ αὐτῶν οὐδὲ τοῖς μεταλημψαμένοις[…]
[…]περιστερεῶνος μετεῤῥυθμίσθαι καὶ ………μονι[…]
[…] αὐτὰς ἐξουσίαν ἐνοικοδομεῖν τὰς οἰκίας καθʼ ὃν βούλονται
[…]ὅσα ἐὰν φαίνηται ὁ Γάιος Μινούκιος Ἀκύλας ὀφείλων ἤδη δημόσια ἢ ἰδιωτικὰ χρέα […]
[…]……ο[…] ἃς δὲ ὀφείλει Γάιος Μινούκιος Ἀκύλας τῇ ἀδελφῇ αὐτοῦ
Μινουκίᾳ Θερμουθαρίῳ δραχμὰς τετρακοσίας ἀποδώσει αὐτῇ μεθʼ ἐνιαυτὸν ἕνα ἀτόκους ……απ[…]
[…] τῶν τε…ου οἰκοπέδων τῆς ἐσομένης μέχρι τοῦ […]
[…]… πρὸς τὸν αὐτὸν Ἀκύλαν ἐις μηδὲν ὑπὲρ τοῦ ποιομ[…]
[…]……[…]………… καὶ κυριεύειν ὥστε
[…] διατίθεσθαι καὶ απο…υν μισθοῦν ἀπὸ τοῦ μέρους ἐσομένας ἐξ αὐτῶν πο[…]
[…]πεποίηνται δημόσια ἀπὸ τοῦ ἐνεστῶτος ἔτους καὶ διοικεῖν ὅ τι ἐὰν αἱρῆται […]
[…]ὅ μὴ ἐμμένων ἀποτισάτω τῷ ἐμμένοντι τά τε βλάβη καὶ ἀνηλώματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας χωρὶς τοῦ καὶ τὰ προγεγραμμένα κύρια εἶναι.
Γάιος Μινούκιος Ἀκύλας ἀνενήνοχα τὴν διαίρεσιν καὶ
ἐπανείρημαι ἀπὸ τῶν πατρικῶν καὶ μητρικῶν ὑπαρχόντων τὰς περὶ Κερκεσοῦχα ἰδιοκτήτου γῆς ἀρούρας ἓξ καὶ
τὴν τοῦ ἐλαιῶνος ἄρουραν μίαν περὶ Ψεναρψενῆσιν
καὶ τὴν ἐν Καρανίδι ἐκ τοῦ πρὸς λίβα μέρους οἰκίαν καὶ αὐλὴν πρότερον Ἁρφαήσιος καὶ τὸν ἀπὸ βορρᾶ θησαυρὸν καὶ
περιστερεῶνα καὶ ἀποδώσω ὅσα ἐὰν φαίνηται ὁ προγεγραμμένος ὀφείλων ἤδη δημόσια ἢ ἰδιωτικὰ χρέα καὶ
τῇ ἀδελφῇ μου Θερμουθαρίωι ἃς ὀφείλω αὐτῇ ἀργυρίου
δραχμὰς τετρακοσίας μεθʼ ἐνιαυτὸν ἕνα ἀτόκους καθὼς πρόκειται. Μινουκία Γέμελλα καὶ Μινουκία
Θερμουθάριον ἑκατέρα μετὰ κυρίου ἡ μὲν Γέμελλα ἐμοῦ Γαίου Σεμπρωνίου Πρίσκου ἡ δὲ Θερμουθάριον Λουκείου Οὐιβίου Κρισπίνου μετανενηνόχαμεν τὴν διαίρεσιν καὶ ἐπανειρήμεθα κοινῶς τὰς περὶ
Καρανίδα ἀρούρας δύο τέταρτον καὶ τὴν ἐπιβολὴν καὶ τὴν ἐν
Καρανίδι ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους οἰκίαν καὶ αὐλὴν καὶ
[…]ον θησαυρὸν καὶ οἶκον καὶ τὰς περὶ Κερκεσοῦχα
ἀρούρας τρεῖς καὶ τὸ ἥμισυ μέρος τῆς οἰκίας καθὼς πρόκειται.
[…]γέγραφα ὑπὲρ μὲν τῆς Γεμέλλης βραδέα γραφούσης καὶ Θερμουθαρίων μη εἰδυίας γράμματα. Γέμελλα
ἐπιτέταχα γράφειν.[…] Φαρμοῦθι ιθ. ἀναγέγραπται[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.