no image
DDbDP-text
Loan on Security via HGV-meta
Loan of 40 drachmas secured on a plot at Karanis. End of a loan contract in which Papeeis son of Psenobastis acknowledges borrowing 40 silver drachmas from Sarapion son of Sarapion, to be repaid in the month Soterios. As security he may not sell or mortgage his quarter share of an empty plot in Karanis until repayment; the contract was registered at Hiera Nesos in AD 89. machine translation
Linked by Trismegistos ID
TM 12058.
Each record below describes this same artifact or text from a different angle.
[r]
[… 1 line lost …]
ἃς καὶ ἐπάναγκον ἀποδώσει ὁ
ὁμολογῶν τῶι Σαραπίωνι ἐν μηνὶ
Σωτηρίωι τοῦ ἐνεστῶτος ἕκτου ἔτους
Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ
Γερμανικοῦ ἄνευ πάσης ὑπερθέσεως καὶ
εὑρησιλογίας. ἐὰν δὲ μὴ ἀποδῷ ὁ ὁμολογῶν τὰς τοῦ ἀργυρίου δραχμὰς καθʼ ἃ γέγραπται, ἀποτισάτωι τῶι Σαραπίωνι παραχρῆμα τὸ ἀργύριον μεθʼ ἡμιολίας καὶ τόκων, γινομένης τῶι Σαραπίωνι τῆς
πράξεως ἔκ τε τοῦ ὁμολογοῦντος καὶ
ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων
καθάπερ ἐκ δίκης καὶ μὴ ἐξέστω τῷ ὁμολογοῦντι ἀπὸ τοῦ νῦν μήτε πωλεῖν
μηδὲ ὑποτίθεσθαι μηδʼ ἄλλως καταχρηματίσαι τὸ ὑπάρχον αὐτῶι τέταρτον
μέρος ψιλοῦ τόπου ἐν κώμῃ Καρανίδι
μέχρι οὗ ἀποδοῖ τὸ προκείμενον ἀργύριον.
ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος Πασίων
Πτολεμαίου ὡς ἐτῶν λδ οὐλὴ πήχει ἀριστερῷ
ὑπτίωι, τοῦ δʼ ἄλλου Ἰσίδωρος Ἀλεξάνδρου
ὡς ἐτῶν ξϛ οὐλὴ γόνατι δεξιῶι. Παπέεις Ψενοβάστιος Πέρσης τῆς ἐπιγονῆςὁμολογῶ ἔχειν παρὰ Σαραπίωνος τοῦ Σαραπίωνος
χρῆσιν ἀργυρίου δραχμῶν τεσσαράκοντα ἃς καὶ
ἀποδώσω ἐν μηνὶ Σωτηρίωι τοῦ ἐνεστῶτος
ἕκτου ἔτους ἄνευ πάσης ὑπερθέσεως καὶ
εὑρησιλογίας καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ
Πασίων Πτολεμαίου διὰ τὸ μὴ εἰδέναι αὐτὸν
γράμματα. Σεραπίων Σεραπίωνος γέγονε
εἴς με ἡ ὁμολογία καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἰσίδωρος Ἀλεξάνδρου
μὴ εἰδότος γράμματα. ἔτους ϛ Δομιτιανοῦ
μηνὸς Δομιτιανοῦ κγ ἀναγέγραπται διὰ τοῦ ἐν Ἱερᾶι
Νήσωι γραφείου.
[v]
ὁμολογία Παπέειτος πρὸς Σαραπίωνα
χρήσεως ἀργυρίου δραχμῶν μSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.