no image
DDbDP-text
Loan of Money and Sale of Grain via HGV-meta
Loan of money and advance sale of wheat at Karanis. A contract from Karanis in the Fayum in which Horos son of Onnophris acknowledges that Diodora daughter of Heron, acting with her husband Chairemon as guardian, lent him 48 silver drachmas at interest and paid him in advance for 2 artabas of wheat. He must repay and deliver in Pauni of the same year, with penalties for default. machine translation
Linked by Trismegistos ID
TM 12059.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἑνδεκάτου Αὐτοκράτορος
Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς
Σεβαστοῦ κθ ἐν Καρανίδι τῆς Ἡρακλείδου
μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ
Ὧρος … Ὀννώφρεως Πέρσης τῆς
ἐπιγονῆς ὡς ἐτῶν λε οὐλὴ γόνατι ἀριστερῶι
Διοδώρᾳ Ἥρωνος ὡς ἐτῶν κ ἀσήμῳ μετὰ
κυρίου τοῦ ἀνδρὸς Χαιρήμονος τοῦ
Χαιρήμονος ὡς ἐτῶν κγ οὐλὴ ἀντικνημίῳ
δεξιῷ ἔχειν παρʼ αὐτῆς παραχρῆμα
διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς
τεσσαράκοντα ὀκτὼ χρῆσιν τόκου
δραχμιαίου, ἔτι δὲ καὶ τιμὴν πυροῦ
νέου καθαροῦ ἀδόλου ἀρταβῶν δύο
μέτρωι ἑξαχοινίκωι ἑρμηνέως
Καρανίδος. ἀποδώσει οὖν ὁ ὁμολογῶν
Ὧρος τῆι Διωδώρᾳ ἐν μηνὶ
Παῦνι τοῦ ἐνεστῶτος ἔτους. ἐὰν
δὲ μὴ ἀποδῶι καθʼ ἃ γέγραπται
ἀποτισάτω τὸ μὲν ἀργύριον μεθʼ ἡμιολίας, τοῦ δὲ πυροῦ ἑκάστης
ἀρτάβης προσαποτισάτω τὴν ἐπὶ
τοῦ καιροῦ πλείστην ἐσομένην
τιμήν, τῆς πράξεως οὔσης τῆι
Διοδώρᾳ ἐκ τοῦ Ὥρου καὶ
ἐκ τῶν ὑπαρχόντων αὐτῷ
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.