no image
DDbDP-text
Bodenpachtvertrag via HGV-meta
Lease of land with a water-wheel and a house. A lease of farmland with a water-wheel and well, together with a house, near a village, written from the lessees' side. The rent is 40 artabas of wheat and 932 silver drachmas a year, with clauses on crops, unflooded land, and maintenance of the irrigation machine. It dates to Phaophi of year 13 of Marcus Aurelius (AD 172), from Oxyrhynchus. machine translation
Linked by Trismegistos ID
TM 18112.
Each record below describes this same artifact or text from a different angle.
[…]των αυ[…]
[…]περὶ κώμην […]
[…]κλήρου ἀρούρας[…]
ἐν αἷς ἐστιν τροχὸς καὶ φρέαρ[…]
[…] πέντε καὶ […]
ὥστε τοὺς μεμισθωμένους σπεῖραι καὶ ξυλαμῆσαι κατʼ ἔτος τὸ μὲν ἥμισυ μέρος
τὸ δὲ ἕτερον ἥμισυ μέρος οἷς ἐὰν
αἱρῶνται γένεσιν χωρὶς ἰσάτεως καὶ ὀχομενίου, φόρου κατʼ ἔτος τῶν ὅλων
ἀρουρῶν καὶ οἰκίας πυροῦ ἀρταβῶν
τεσσεράκοντα ἀργυρίου δραχμῶν
ἐννακοσίων τριάκοντα δύο · ἀκίνδυνος ὁ φόρος κατʼ ἔτος παντὸς κινδύνου,
τῶν τῆς γῆς δημοσίων ὄντων κατʼ ἔτος πρὸς τοὺς μεμισθωκότας·
βεβαιουμένης δὲ τῆς μισθώσεως
ἀποδώσομεν τὸν ἀργυρικὸν φόρον
κατʼ ἔτος μησὶν Ἐπεὶφ Μεσορή, τὸν δὲ
πυρὸν μετρήσομεν εἰς δημόσιον καὶ
θέμα καθαρὸν ἀναδώσομεν ὑπὸ τὴν
πρώτην μέτρησιν τῷ Ἐπεὶφ μηνί· ἐὰν
δέ τις τῷ ἑξῆς ἔτει ἄβροχος γένηται παραδεχθήσεται τοῖς μεμισθωμένοις ἐπὶ
τῷ τοὺς μεμισθωκότας ἀναβαλεῖν
ἡμῖν κατʼ ἔτος ἐξηρτισμένην πάσῃ
ξυλικῇ καὶ σιδηρᾷ καταρτίᾳ χωρὶς ἐνοικίου.
ἐὰν δέ τι τῶν τῆς μηχανῆς κατεαγῇ ἢ
παλαιωθῇ τὸ ἴσον δώσουσι οἱ γεοῦχοι καὶ
ἡ πρᾶξις αὐτοῖς ἔστω ἔκ τε τῶν μεμισθωμένων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς
πάντων. κυρία ἡ μίσθωσις. ἔτους ιγ
Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου
Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου.
Φαῶφι[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.