no image
DDbDP-text
Lettera di X a Paolo via HGV-meta
Linked by Trismegistos ID
TM 12344.
Each record below describes this same artifact or text from a different angle.
Παύλωι τῶι κυρίωι καὶ ἀδελφῶι πλεῖσταπλεῖσται χαίρειν πρὸ πάντων εὔχομαί σε ἐρρῶσθαιἐρρῶσσθαιἐρρῶσθαι καὶ εὐτυ χεῖν ὅπερ ἐμοὶ διʼ εὐχῆς ἐστιν τό σεν ἐρρῶσθαιἐρρῶσσθαιἐρρῶσθαι ὡς ἐμὸν σεμνὸν κύριον καὶ ἀ δελφόν. γράφεις μοι λέγων· ἐὰν δυνηθῇς ἀνάπλευσον· νὴ τὴν σήν μοι σωτηρίαν καὶ τὴν τοῦ τεκνίου μου καὶ ὀρθοποδίαν, ἧς πέπεισμαί σε κήδεσθαι οὐκ ἔλασσόνἔλλασσόν μου, ἤθελον μηθὲνμηδὲν πράσσεινπράσσιν ἄλλο εἰ μὴ τὴν ὄψιν σου πρὸς τὰ ἐδάφη σου προσκυνεῖν, ἀλλʼ οὐ δεδύνημαι οὐδὲ δύναμαι· νῦν γὰρ πάλι καὶ ὑπὸ Ἀπολλωτᾶ ἐχειμάσθην· ὅταν γὰρ πτερώσωσιν παρʼ ἐμοί, ἐμοῦ ταλαιπωροῦντος εἰςἰς τὸ πέλαγος, καὶ πλου τήσωσιν, τότε καὶ ἐπιλαθόμενοι οἷοι ἦσαν παρʼ ἐμοὶ τότε καὶ νῦν οἷοί εἰσιν, ἐπεμβαί νουσί μοι μᾶλλον, ὡς καὶ ὁ ἰσχαρὸς ἱέραξἸσχαροσιέραξ τότε ἐποίησεντοτηεν πάλιν σὺν αὐτῷ. ὡς νῦν οὖν Δημήτριος γενόμενος παρʼ ἐμὲ ἐξ αὐ τοψίας ἐθεάσατό με κλαίοντα πλείστοις δάκρυσιν. τί οὖν ἐστιν; ἐγὼ πεπεισμένος μου τῇ διανοίᾳ μηθὲν κακῷ ἢ πονηρῷ συνειδώςσυνειδότι, δοκῶ μηδὲνμηθὲν παθεῖν· ὃ ἐὰν οὖν ἐφίδω πῶς μου τὰ πραγμάτια χω ρεῖ πάλιν σοι δηλώσω, κύριε· οἶδα γὰρ ὅτι τοῦτο ἔχεις ὡς ὑπὲρ σεαυτοῦ. οὐκ ἄρτι σε δεῖ με ἐπιγινώσκεινἐπιγεινώσκιν. ὁ Δημήτριος οὖν ἀρ τίως μοι μετέδωκεν ἐξέρχεσθαι ἑαυτὸνἑατὸν καὶ ἐμεμψάμην αὐτὸν ὅτι μοι το σαύταις ἡμέραις οὐκ ὦπται καὶ ἔφη περισπᾶσ θαι περὶ ἀργυρωματίων σὺν Κέρτῳ. εὔχομαί σε ἰσχύεινεἰσχύιν. περὶ Πτολλαρίωνος ἡ μήτηρ μέμφεται. οὐκ ἐμοὶ λαλεῖ, ἀλλὰ καὶ φεύγειφεύγι με ἐὰν ἴδῃ, ἀλλὰ τοῖς ἐμοῖς ἀπομέμφεται αὐ τόν. ἐγὼ ἐπιτιμῶἐπιτειμῶ Πτολλαρίωνι· λέγει μοι λοιδορεῖσθαι ὑπʼ αὐτῆς τὰ πλεῖστα ἀδίκως καὶ ὑβριστικῶς. ἔφην ὅτι· ἐγὼ γέρωνγὰρ ὢν ἤδη ἐτῶν εἰμι καὶ ὡς παιδίῳ νηπί ῳ οὕτως λαλεῖ καὶ λοιδο ρεῖ· ἐὰν δὲ αὐτῆς ἀνάσχῃ, οὐκ ἔστιν σου μήτηρ τῷ τρόπῳ ἡ καὶ μάμμη; οὐ κ ἰσχύω εἰςἰς ὄψιν ἀκοῦσαι δι ελεγχομένων αὐτῶν, ἵνʼ ἐπιγνῶ τὸν ἀδικοῦν τα. οἶδα μὲν ὀξυτάτην αὐτὴν καὶ ὀλιγόψυχονὀλιόψυχον οὖσαν, οὗτος δὲ οὐ φέρειφέρι τυχὸν αὐτῆς τὸ ὀξύ. ἐγὼ μὲν οὖν ἐὰν εἰσέλθωἰσέλθω εἰςἰς τὸνεἰςἰς τριακοντάκλινοντριακοντάκλεινον θε ωρῶ αὐτὸν ὁσάκις ἂν εἰσέλθωἰσέλθω. ὁ δὲ Πάτρων ἀβασκάντωςἀβασκαντ ἐ φιλοπόνειφιλοπονεῖ· λίανλείαν ὀξύ τατος ἐξέβη. ἔρρωσοἔρρωσσο, κύριε, σὺν τῇ κυρίᾳ μου συνβίῳσυμβίῳ σου Πολίτ τῃ καὶ ἀσπάζου αὐτὴν πολ λά. ἀσπάζεταί σε ἡ σύμβιός μου Χαιρημονὶς καὶ Πόλλιτ τα ἡ καὶ ΣαραπιὰςΣαραπίας ὁμοίως ἀσπάζεται ἀμφοτέρους. ἔτους β Τραιανοῦ Ἁδριανοῦ σεβαστοῦ Χοίακ ια ΠαύλωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.