no image
DDbDP-text
Denuncia al dekadarches via HGV-meta
Linked by Trismegistos ID
TM 28840.
Each record below describes this same artifact or text from a different angle.
δεκαδάρχῃδεκαταρχηι Ἀρσινοίτου παρὰ Κρονίωνος πρεσβυτέρου Πακήβκιος ἀπὸ κώμης Τεπτύνεως. ἡ γενομένη τοῦ πατρός μου γυνὴ Τααρμιῦσις, ἡνίκα περι ῆν, ἐπιγνοῦσα τόν τε ἐμὸν καὶ ἀδελφοῦ μου Κρονίωνος νεωτέρου καὶ τῶν γυναι κῶν ἡμῶν τοὺς τρόπους εὐνόους καὶ στορ γικούς, ἔστερξεν ὡς φυσικὰ τέκνα, καὶ οὕ τως ἴσην μοίραν τοῖς ἑαυτῆς ἐκ τοῦ πατρὸς ἡμῶν ἑτέροις υἱοῖς ἀπένειμε τῶν ἑαυτῆς πάντων, ἐπὶ τοσοῦτον πίστιν εὐνοίας μαθοῦσα ὥστε ἔτι περιούσης τῶν μὲν ἄλλων ἀντεποιούμεθα προσαιρέσειπροσαιρέσι καὶ γνώμῃ τῇ ἑαυτῆς, τὴν δὲ ἐνδομενίαν ἑαυτῆς βουληθεῖσα μετὰ τελευτὴν πάλινπάλειν ἡμῶν σὺν τοῖς υἱοῖς αὐτῆς εἶναι. παρὰ τὸν θάνατον αὐτῆς ἐτόλμησαν οὗτοι Κρονίων καὶ μιεῦς ἐκφορῆσαι ἅπαντα οὐκ ὀ λίγα ὄντα, οὐδὲ ἀγνώστου οὔσης τῆς γυναι κὸς ὅτι ἐπὶ ἐνεχύροις ἐδάνειζε ἱκανάSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.