no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9025.
Each record below describes this same artifact or text from a different angle.
Διογένῃ κωμογραμματεῖ
παρὰ Πακύσιος Σαταβοῦτος
τοῦ Πανεφρέμιος μητρὸς
Στοτόητις ἱερεὺς ε
φυλῆς Σοκνοπαίου θεοῦ
μεγάλου μεγάλου ἀπὸ
κώμης Σοκνοπαίου
Νήσου καὶ τῆς τούτου
γυναικὸς Ταβοῦτος τῆς
Στοτοήτεως, ἱερείας
α φυλῆς τοῦ αὐτοῦ θεοῦ
Σοκνοπαίου μετὰ κυρίου
τοῦ προγεγραμμένου ἀνδρὸς
Πακύσιος. ἀπογραφόμεθα γεγονότα
ἡμῖν ἐξ ἀλλήλων θυγατρὸς Τασῆτα γεννηθέντα τῷ
διελεληλυθότι ιη ἔτει καὶ ὄντα
εἰς τὸ ἐνεστὸς κδ ἔτος
ἐτῶν ζ. διὸ ἐπιδίδομεν.
Διογένης κωμογραμματεὺς
ἔσχον τούτου τὸ ἴσον.
ἔτους κδ Μάρκου Αὐρηλίου
Κομμόδου Ἀντωνείνου
Σεβαστοῦ. Φαῶφι ιγ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.