no image
DDbDP-text
Zession via HGV-meta
Cession of a share in debts by Aurelia Tapia to the boatman Patermouthis. A deed of cession from Syene in which the widow Aurelia Tapia assigns to the soldier and boatman Flavius Patermouthis her one-third share in debts owed to her family by the Machbar people downriver. She does this because Patermouthis had signed a debt of 2 1/3 gold solidi to Eusebios on her behalf. It is dated 28 January 586. machine translation
Linked by Trismegistos ID
TM 15318.
Each record below describes this same artifact or text from a different angle.
[r]
† βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου
Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος καὶ μεγίστου
εὐεργέτου ἔτους τετάρτου καὶ ὑπατείας τοῦ αὐτοῦ δεσπότου
ἡμῶν ἔτους δευτέρου Μεχεὶρ γ τῆς τετάρτης ἰνδικτίονος ἐν Συήνῃ .
Αὐρηλία Ταπία θυγάτηρ Τσίου μητρὸς Μαριὰμ χηρεύουσα
ὁρμωμένη ἀπὸ Συήνης Φλαυίῳ Πατερμουθίῳ υἱῷ
Μηνᾶ στρατιώτῃ ἀριθμοῦ Ἐλεφαντίνης ναύτῃ τῷ ἐπιτηδεύματι χαίρειν.
παρακλήσεις προσήγαγόν σοι ὥστε σε χειρογράψαι ἐπʼ ὀνόματος σοῦ παρὰ Εὐσεβίου υἱοῦ Παρουχίου εἰς χρυσοῦ νομισμάτια δύο τρίτον ὑπὲρ ἐμοῦ, καὶ εἴξας τῇ ἐμῇ δεήσει τοῦτο
πεποίηκας. κατὰ τοῦτο ὁμολογῶ ἀποτάττεσθαί σοι καὶ ἀποτετάχθαι σοι τὸ τρίτον μέρος μου ἀπὸ τῶν γραμματείων τῶν καὶ χρεωστουμένων ἡμῖν ἐν τοῖς κάτω μέρεσι παρὰ τῶν Μαχβάρ,
ὥστε σε ἕξειν καὶ ἔχειν τὸ ὑπάρχον μοι τρίτον μέρος
ἀπὸ τῶν αὐτῶν ἀσφαλειῶν καὶ δοῦναι καὶ λαβεῖν ὑπὲρ ἐμοῦ,
καὶ εἰς σὴν ἀσφάλειαν ἐθέμην τὴν παροῦσαν ἀσφάλειαν,
ἥτις κυρία ἔσται καὶ βεβαία καὶ ἀρραγὴς καὶ ἀσάλευτος
ἁπανταχοῦ προφερομένη μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ
ἐμοῦ ὑπογράφοντος, καὶ ἐπερωτηθεῖσα κατὰ πρόσωπον
ὡμολόγησα καὶ ἀπέλυσα . Αὐρηλία Ταπία θυγάτηρ
Τσίου ἡ προκειμένη ἐθέμην τὸ ἀσφαλὲς
τῶν δύο τρίτον νομισματίων καὶ στοιχεῖ μοι
πάντα ὡς πρόκειται. Φλαύιος Πααείων Ἰακώβου
στρατιώτης ἀριθμοῦ Συήνης αἰτηθεὶς ἔγραψα ὑπὲρ
αὐτῆς γράμματα μὴ εἰδυίης.
Φλαύιος Ἰωάννης Δίου ἀπὸ ἀκτουαρίων ἀριθμοῦ Συήνης μαρτυρῶ †.
† Φλαύιος Παῦλος Παὰμ στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ †.
† Φλαύιος Κολοῦθος Βίκτορος στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ.
† διʼ ἐμοῦ Μάρκου Ἄπα Δίου ἐγράφη. †
[v]
ἀσφάλεια γεναμένη παρὰ Ταπίας θυγατρὸς Τσίου πρὸς Πατερμοῦθιν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.