no image
DDbDP-text
Reconnaissance d’une dette (?) via HGV-meta
Acknowledgement of debt for seed, irrigation and rent of flax land. A loan-style acknowledgement in which Psais, a deacon of Aphrodite, owes the village headman Dioskoros son of Apollos 1 gold solidus less 2 carats for the seed, irrigation and rent of 1 aroura to be sown with flax. It appears to be a land lease framed as a debt, drawn up at Aphrodite in the Antaiopolite nome in AD 547. machine translation
Linked by Trismegistos ID
TM 18875.
Each record below describes this same artifact or text from a different angle.
[r]
βασιλείας τοῦ θειοτάτου ἡμῶνδεσπότου
Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου
Αὐτοκράτορος ἔτους εἰκοστοῦ πρώτου,
μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλίου τοῦ ἐνδοξοτάτου
ἔτους πέμπτου, Μεσορὴ τετάρτῃἐπαγομένῳ
ἑνδεκάτης ἰνδικτίονος.
† Ψάις, ἐκ πατρὸς Βησίου, ἐκ μητρὸς Τασάϊτος,
διάκονος ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ † τῷ θαυμασιωτάτῳ
Διοσκόρῳ υἱῷ Ἀπολλῶτος, πρωτοκωμήτῃ
ἀπὸ τῆς αὐτῆς κώμης, χαίρειν. ὁμολογῶ διὰ ταύτης
μου τῆς ἐγγράφου ἀσφαλείας ὀφείλειν σοι
καὶ χρεωστεῖν, ὑπὲρ τῆς σπορᾶς καὶ τῆς
ἀρδεύσεως καὶ τοῦ φόρου ἀρούρης
μιᾶς , ἐν περισύνοις σιτοφόροις γῃδίοις
ἐξ ἀπηλιώτου τῆς ὁδοῦ τοῦ τόπου τοῦ
λεγομένου Ἀθανασίας, ἐγγὺς λιπαρᾶς
γῆς, ἐφʼ ᾧ με ταύτην ἔχειν εἰς κατάθεσιν
λινοκαλαμῶν, ἐπὶ τῆς σπορᾶς τῆς σὺν Θεῷ
προσδοκουμένης δωδεκάτης ἰνδικτίονος, καὶ παρασχεῖν
σοι, εἰς τὴν τρίτην καταβολὴν τοῦ
δημοσίου ἑνδεκάτης ἰνδικτίονος, χρυσοῦνομισμάτιον
ἓν παρὰ κεράτια δύο χρυσοχοϊκῷ σταθμῷ·
γίνεται χρυσοῦ νομισμάτιον α παρὰ κεράτια β χρυσοχοϊκῷ, χωρίς τινος ἀντιλογίας
καὶ ὑπερθέσεως, βεβαίου δὲ ὄντος καὶ νῦν
τοῦ προτέρου μου χειρογράφου χ[…]
τῶν ἄλλων δύο ἀρουρῶν ἐν κλήρῳ
Πιαϩσε, ἀκολούθως τῇ αὐτῇ ἀσφαλείᾳ.
καὶ εἰς σὴν ἀσφάλειαν ἐθέμην τοῦτο
τὸ ἀσφαλὲς ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ
ὑπογράφοντος· καὶ ἐπερωτηθεὶς ὡμολόγησα .
Ψάις Βησίου ὁ προκείμενος συμφωνεῖ μοι
ὡς πρόκειται. Αὐρήλιος Προμαυὼς Ἑρμαυῶτος,
ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα
μὴ εἰδότος. † Φλάυιος ΘεότεκνοςΨαίου ἀπὸ πραιποσίτων
μαρτυρῶ τῇ συγγραφῇ ἀκούσας παρὰ τοῦ
θεμένου. Αὐρήλιος ἈβραὰμΒίκτορος
μαρτυρῶ τῇ ὀφειλῇ ἀκούσας παρὰ τοῦ
θεμένου. Αὐρήλιος Ὡρουώγχιος Ἀνουφίου
μαρτυρῶ τῇ ὀφειλῇ ἀκούσας παρὰ τοῦθεμένου.
† διʼ ἐμοῦ Πιλάτου σὺν Θεῷ νομικοῦ ἐγράφη.
[v]
[…]χειρόγραφόν Ψαίου διακόνου χρυσοῦ
νομισμάτιον α παρὰ κεράτια β ὑπὲρ αρ
…ειουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.