no image
DDbDP-text
ἐν ὀνόματι τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος καὶ τῆς δεσποίνης ἡμῶν τῆς θεοτόκου καὶ πάντων τῶν ἁγίων βασιλείας τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Φωκᾶ τοῦ αἰωνίου Αὐγούστου ἔτους τρίτου μετὰ τὴν ὑπατείανὑπατίαν τοῦ αὐτοῦ ἔτους δευτέρου Παῦνι ιγ τέλει ὀγδόης ἰνδικτίωνος ἐν Ἀρσινόῃ. Αὐρήλιος Μηνᾶς υἱὸς Ἠλία ἐνοι κιολόγος οὐσίας Θεοδοσακίου τοῦ ἐνδοξο τάτου στρατηλάτου ἀπὸ τῆς Ἀρσινοιτῶν πό λεως ἀπὸ ἀμφόδου Κατωτέρου Αὐρηλίῳ Κυρικῷ χοιρομαγείρῳ υἱῷ Μηνᾶ ἀπὸ τῆς αὐ τῆς πόλεως χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ συν τεθεῖσθαί με πρὸς σὲ ὡς εἰ οἵῳ δήποτε καιρῷ ζητήσω ἀποβαλέσθαι σε ἐκ τοῦ ὑπὸ σὲ μενήματος διαφέροντος Θεοδο σακίῳ τῷ ἐνδοξοτάτῳ στρατηλάτῃ μὴ βουλομένου σου ἐξελθεῖν ἐξ αὐτοῦ ἐπὶ τῷ με παρασχεῖν σοι τὰ ἀναλωθέντα παρὰ σοῦ εἰς τὸ κτίσμα τῆς ἐκεῖσε ἐπαύλεως, εἰ δὲ ἀφʼ ἧς σεαυτοῦεσεαυτοῦ ἐθελή σῃς ἀναχωρῆσαι ἐκ τοῦ αὐτοῦ τόπου μηδέν σε λαβεῖν ὑπὲρ τῶν αὐτῶν ἀναλωμάτων τῶν γεναμένων παρὰ σοῦ ἐν τῇ αὐτῇ ἐπαύλει. κυρία ἡ ὁμολο γία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Μηνᾶς ἐνοικι ολόγος ὁ προκείμενος· ς μοι ἡ ὁμολογία ὡς πρόκειται. Ἠλίας ἸωάνηςἨλωανησ ἔγραψα ὑπὲρ αὐτοῦ δι εμυ ελια ὁμολογία γενομένη ὑπὸ Αὐρηλίου Μηνᾶ ἐνοικιο λόγου υἱοῦ Ἠλία εἰς Αὐρήλιον Κυρικὸν χοιρομάγειρον ·Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.