no image
DDbDP-text
Γάιος Οὐαλέριος Χαιρημονιανὸς οὐετρανὸς Ἀντινοεὺς ΝερουϊάνιοςΝεοαδρϊάνιος ὁ καὶ ἙστιαῖοςΕστης Μάρκῳ Σεμπρωνίῳ ΚλήμεντιΚλήμηστι οὐετρανῷ χαίρειν. συνέστησά σεσοι κατὰ τοῦτο τὸ χειρόγραφον φροντιοῦντά μου τῶν ἐν ἈρσινοίτῃἈρσινοείτῃ ὑπαρχόντων καὶ ἀπαιτήσονταἀπαιτήσαντα τοὺς μισθωτάς, καὶ ἐὰνκἂν δέον ᾖἠν, μισθώσονταμισθώσαντα ἢ αὐτουργήσοντααὐτουργήσαντα καὶ ἀποχὰς προησόμενον αὐτοῖς ἐκ τοῦ ἐμοῦ ὀνόματος καὶ πάντα τῇ ἐπιτροπῇ ἀνήκοντα ἐπι τελέσονταἐπιτελέσαντα, καθὰ καὶ ἐμοὶκἀμοὶ παρόντι ἔξεστιν, καὶ διαίρεσιν τόπωντόπον ποιησόμενονποιησάμενον δασμου ἐν Καρανίδι, ἐφʼ ᾧ τὰ περιεσόμενά μοι ἀποκαταστήσειἀποκαταστήσι μοι ἐνθάδε παρα γενομένῳπαραγεναμένῳ τῇ ἑαυτοῦ πίστειπίστι καὶ εὐδοκῶ, οἷς ἐὰν πρὸς ταῦτα ἐπιτελέσῃ. τὸ χειρόγραφον τοῦτο δισσὸν γρα φὲν ὑπʼ ἐμοῦ κύριον ἔστω. Γάιος Ἰούλιος Σατορνῖλος οὐετρανὸς ἔγραψα τὰ πλεῖστα. ἔτους ια Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Τῦβι ζ. ποιήσεται δὲ καὶ τῶν τῆς φροντιζο μένης ὑπʼ ἐμοῦ θυγατριδῆςθυγατριδοῦς μου Λογγινίας Τασουχα ρίου καὶ τῶν ὑπαρχόντων αὐτῆς φροντίδα καὶ ἀπαί τησιν καὶ τὰ ἄλλα πάντα κατὰ τὸν προκείμενον ἐπʼ ἐμοῦ τρόπον. Γάιος Οὐαλέριος Χαιρημονιανὸς συνέστησα τὸν Μάρκον Σεμπρώνιον Κλήμεντα ἐπὶ πᾶσι τοῖς προκειμένοις· Μᾶρκος Σεμπρώνιος Κλήμης συνέσταμαισυνέσταμε καὶ ἕκασ τα ποιήσωποιήσσω τῶν προκειμένων καθὼς πρόκιται. ἐπιτροπικῆς Σεμπρωνίου σαμπς ἀποσυστατικόνἀπὸ συστάσεως Σεμπρωνίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.