no image
DDbDP-text
Bittschrift an einen Strategen via HGV-meta
Linked by Trismegistos ID
TM 12471.
Each record below describes this same artifact or text from a different angle.
Θεοδώρῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Στοτοήτεως καὶ Τατος ἀμ φοτέρων Στοτοήτεως. ὁ κατὰ πατέρα ἡμῶν θεῖος Ἐσοῦρις αὐθάδως χρησάμενος βίαιος ὢν ἐξέβαλε ἡμᾶς ἐκ τῶν ἡμετέρων καὶ ἐπε κράτησεν τῶν τε ὑπαρχόντων ἡμῶν καὶ οἰκοπέδων καὶ δού λων σωμάτων καὶ ἀπηνέγκατο τὴν ἐνδομενίαν τοῦ πατρὸς ἡ μῶν ὥστε ἐκ τούτου γυμνοὺς ἡμᾶς ἐποίησεν καὶ δεομένους μετε φαιρε κα ἐπὶ σὲ κατεφύγομεν ἀβοή θητοι ὅπως τύχωμεν τῆς ἀπὸ σοῦ εὐεργεσίας. ἔτους κβ Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Θὼθ γ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.