no image
DDbDP-text
Αὐρηλίῳ Διδύμῳ στρατηγῷ Ἀρσινοϊτῶν Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Αὐρηλίου Πακύσεως Τεσενούφεως ἱερέως καὶ στολιστοῦ ἱεροῦ λογίμου κώμης Σοκνοπαί ου Νήσου τῆς Ἡρακλείδου μερίδος. ἔχω τόπον ἐν οἰκίᾳ τῆς τοῦ υἱοῦ μου Αὐρηλίου Τεσενού φεως γυναικὸς ἐν ἐποικίῳ Πισᾶϊ τῆς ΘεμίστουΘεμίστου μερίδος, ἐν ᾧ ἐστίν μου τὰ εἰς διατροφὴν ἀποκείμενα σιτάριασειτάρια. πρώην οὖν εἰς τὸν τόπον εἰσελθόντων τῶν οἰκείων μου διὰ τὸ ἐμὲ ἐν Ἀλεξανδρείᾳ εἶναι, ἐφευ ρέθη τὰ σιτάριασειτάρια κεκουφισμένα, ἡ δὲ αἰτία τῆς κλοπῆς ἐφάνη τοῦ τόπου ὑπερῴου ὄν τος ἐκ τοῦ ποδώματος διατρηθέντος τὴν κακουργίαν γεγονέναι. διελεγχόμενοι δὲ οἱ ἔνδον οἰκοῦντες ὡς ἐξ αὐτῶν ἐπηρείας τοῦτο γεγένηται ὑπέσχοντο διά τε τοῦ τῆς κώμης ἀρχεφόδου καὶ διὰ ἄλλων δώσειν εἰς τὸν λόγον τῆς κλοπῆς πυροῦ ἀρτάβας ἑπτά . ἀλλʼ ἐπεὶ τῇ μὲν ὑποσχέσει συνέ θεντο, τῇ δὲ ἀποδόσει μέχρι νῦν οὐχ ὑ πήντησαν, ἀναγκαίως τὴν ἐπίδοσιν τῶν βιβλιδίων ποιοῦμαι, ἅπερ ἀξιῶ ἐν καταχω ρισμῷ γενέσθαι εἰς τὸ μένειν μοι λόγον πρὸς τοὺς ἐνκαλουμένους Πανοῦφιν Στο τοήτεως καὶ Πακῦσιν Καννεῖτος. διευτύχει. ΑὐρήλιοςΑὐρηλιου Πακῦσις ἐπιδέδωκαἐπιδέδοκα ἔτους κδ Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου ΒρεταννικοῦΒρετανικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ ΦαρμοῦθιΦαρμοῦθι ιβSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.