no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9053.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Διδύμῳ στρατηγῷ Ἀρσινοϊτῶν Θεμίστου καὶ Πολέμωνος μερίδων
παρὰ Αὐρηλίου Πακύσεως Τεσενούφεως ἱερέως
καὶ στολιστοῦ ἱεροῦ λογίμου κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος. ἔχω τόπον
ἐν οἰκίᾳ τῆς τοῦ υἱοῦ μου Αὐρηλίου Τεσενούφεως γυναικὸς ἐν ἐποικίῳ Πισᾶϊ τῆς Θεμίστου
μερίδος, ἐν ᾧ ἐστίν μου τὰ εἰς διατροφὴν
ἀποκείμενα σιτάρια. πρώην οὖν εἰς
τὸν τόπον εἰσελθόντων τῶν οἰκείων
μου διὰ τὸ ἐμὲ ἐν Ἀλεξανδρείᾳ εἶναι, ἐφευρέθη τὰ σιτάρια κεκουφισμένα, ἡ δὲ αἰτία
τῆς κλοπῆς ἐφάνη τοῦ τόπου ὑπερῴου ὄντος ἐκ τοῦ ποδώματος διατρηθέντος τὴν
κακουργίαν γεγονέναι. διελεγχόμενοι δὲ
οἱ ἔνδον οἰκοῦντες ὡς ἐξ αὐτῶν ἐπηρείας
τοῦτο γεγένηται ὑπέσχοντο διά τε τοῦ τῆς
κώμης ἀρχεφόδου καὶ διὰ ἄλλων δώσειν
εἰς τὸν λόγον τῆς κλοπῆς πυροῦ ἀρτάβας
ἑπτά . ἀλλʼ ἐπεὶ τῇ μὲν ὑποσχέσει συνέθεντο, τῇ δὲ ἀποδόσει μέχρι νῦν οὐχ ὑπήντησαν, ἀναγκαίως τὴν ἐπίδοσιν τῶν
βιβλιδίων ποιοῦμαι, ἅπερ ἀξιῶ ἐν καταχωρισμῷ γενέσθαι εἰς τὸ μένειν μοι λόγον
πρὸς τοὺς ἐνκαλουμένους Πανοῦφιν Στοτοήτεως καὶ Πακῦσιν Καννεῖτος. διευτύχει.
Αὐρήλιος Πακῦσις ἐπιδέδωκα
ἔτους κδ Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου
Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου
Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ
Φαρμοῦθι ιβSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.