no image
DDbDP-text
Cession de terre catécique via HGV-meta
Cession of catoecic land near Theadelphia to Artemidora daughter of Maron. A contract of cession by which a man, with his wife Taorseus consenting, transfers 3 1/8 arouras of inherited catoecic land near Theadelphia (Themistos division, Arsinoite nome) to Artemidora daughter of Maron for 1,000 silver drachmas paid through a bank in the metropolis. It dates probably to AD 107-108. machine translation
Linked by Trismegistos ID
TM 128753.
Each record below describes this same artifact or text from a different angle.
[…]…[…]κ…[…]
[…] κυρία ἔστω ἐπὶ τὸν ἅπαντα χρόνον.
vac.
[…]ν…[…]…μ[…]Ἀρτεμιδώραι Μάρωνος[…]π…δε[…]…ισ[…]… παρακεχωρηκέναι αὐτῆι ὥστε καὶ ἐγγόνοις
αὐτῆς καὶ τοῖς παρ’ αὐτῆς εἰς μετεπιγραφὴν ἀπὸ τῆς προγεγραμμένης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τοῦ ὑπάρχοντός μοι περὶ Θεαδέλφειαν τῆς Θεμίστου μερίδος πατρικὰς κλήρου κατοικικοῦ ἀρούρας τρεῖς ὄγδοον ἢ ὅσαι ἂν ὦσι
ἐν δυσὶ σφράγισι, ὧν γείτονες […] νότου […] ἀνὰ μέσον οὔσης ποτίστρας δι’ ἧς ποτίζεται ὁ παρακεχωρημένος κλῆρος, βορρᾶ διῶρυξ εἰς ἣν ἐκχεῖται ὁ παρακεχωρημένος κλῆρος, λιβὸς Ἀλκίμου
τοῦ […] ὑπὲρ ὧν καὶ ἐπάναγκον ἐπιτελέσειν διὰ τοῦ κατοικικοῦ λογιστηρίου τὰς εἰς τὴν Ἀρτεμιδώραν καθηκούσας τῆς μετεπιγραφῆς καὶ παραχωρήσεως
οἰκονομίας, καὶ ἀπέχειν παρὰ τῆς Ἀρτεμιδώρας τὸ ἑσταμένον παραχωρητικὸν κεφάλαιον ἀργυρίου δραχμὰς χιλίας πᾶν ἐκ πλήρους διὰ τῆς ἐν τῆι μητροπόλει Ἡλιοδώρου τοῦ καὶ Λεωνίδου κολλυβιστικῆς τραπέζης
καὶ βεβαιώσειν τὰ κατὰ τὴν παραχώρησιν ταύτην πάσῃ βεβαιώσει ἀπὸ δημοσίων τελεσμάτων πάντων καὶ ἐπιγραφῶν πασῶν καὶ παντὸς εἴδους ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ διεληλυθότος δεκάτου ἔτους καὶ αὐτοῦ τοῦ δεκάτου ἔτους
Αὐτοκράτορος Καίσαρος […], ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον, καὶ τὰ ἄλλα ποιήσω καθὼς τὸ σῶμα προγέγραπται. ἡ δὲ γυνὴ Ταορσεῦς εὐδοκεῖν τῆιδε τῆι παραχωρήσει καὶ μὴ ἐπελεύσεσθαι μηδ’ ἐγκαλέσειν μηδ’ ἄλλον ὑπὲρ αὐτῆς καθὼς πρόκειται. ἔγραψα ὑπὲρ αὐτῶν Ἡρακλᾶς[…]…χου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Ἀρτεμιδώρα Μάρωνος μετὰ κυρίου τοῦ υἱοῦ Τρύφωνος τοῦ Ἥρωνος παρακεχώρημαι ἀρούρας τρεῖς ὄγδοον περὶ Θεαδέλφειαν παραχωρητικοῦ ἀργυρίου δραχμῶν χιλίων καθὼς πρόκειται. Τρύφων ἔγραψα καὶ ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.