no image
DDbDP-text
Deed of Divorce via HGV-meta
Deed of divorce between two gravediggers of Kysis. A deed of divorce in which Aurelius Soulis and Senpsais, both gravediggers from the toparchy of Kysis in the Great Oasis, dissolve their marriage. Each declares the other has returned what was owed, the wife's dowry and household goods and the husband's gifts, and the wife is free to remarry. It dates to AD 305-306. machine translation
Linked by Trismegistos ID
TM 22632.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Σοῦλις νεκροτάϕος ἀπὸ τοπαρχίας Κύσεως
Σενψάιτι θυγατρί Ψάιτος ἐκ μητρὸς Τεοῦτος νεκροταϕίσσᾳ
ἀπὸ τῆς αὐτῆς χαίρειν. ἐπεί ἔκ τινος πονηροῦ δαίμονος συνέβη αὐτοὺς ἀπεζεῦχθαι ἀλλήλων τὴν κοινὴν αὐτῶν συμβίωσιν, ἐντεῦθεν ὁμολογῶ
ὁ μὲν προκείμενος Σοῦλ πεπληρωμένος πάντων τῶν παραδοθέντων αὐτῇ παρ’ ἐμοῦ οἱῳδήποτε τρόπῳ εἰδῶν ἀποπέμπεσθαι αὐτὴν καὶ μηκέτι μετελεύσεσθαι μήτε περὶ συμβιώσεως μήτε περὶ ἕδνου ἀλλ’ ἐξεῖναι αὐτῇ ἀποστῆναι καὶ
γαμηθῆναι ᾧ ἐὰν βουληθῇ· ἡ δὲ προκειμένη Σενψάις πεπληρῶσθαι παρ’ αὐτοῦ τοῦ προκειμένου
Σοῦλ πάντων τῶν ἐπιδοθέντων αὐτῷ εἰς λόγον προικὸς, ἅμα δὲ ἁπλῶς πάντων, παρ’
αὐτῆς σκευῶν καὶ ἄλλῳ οἱῳδήποτε τρόπῳ
καὶ μὴ μετελεύσεσθαι ἀλλήλους ἐντεῦθεν περὶ μηδενὸς ἁπαξαπλῶς ἐγγράϕου
ἀγράϕου παντὸς πράγματος τὸ σύνολον
διὰ τὸ τελείαν εἶναι τὴν ἀποζυγήν. ἡ ἀποζυγὴ αὕτη
δισσὴ γραϕεῖσα ἐϕ’ ὑπογραϕῆς κυρία
ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακειμένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
ἔτους ιδ καὶ ἔτους β τῶν κυρίων ἡμῶν
Κωνσταντίου καὶ Μαξιμιανοῦ
Σεβαστῶν […]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.