no image
DDbDP-text
Deed of Divorce via HGV-meta
Deed of divorce between Thaesis and Petosarapis. A deed of divorce from Oxyrhynchus dated to Domitian's 16th year (AD 96). Thaesis, with a guardian, acknowledges to her former husband Petosarapis the return of her 400-drachma dowry, cancels their marriage contract of year 14, and both parties renounce further claims against each other. machine translation
Linked by Trismegistos ID
TM 20537.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ
Γερμανικοῦ, μηνὸς Γερμανικοῦ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος.
ὁμολογεῖ Θαῆσις Θώνιος τοῦ Ἀμιθώνιος μητρὸς Σινθεῦτος μετὰ κυρίου τοῦ πατρῳοῦ Ὀννώφριος Ὀννώφριος τοῦ Παμμένους μητρὸς Τααρθώνιος τῷ γενομένῳ αὐτῆς ἀνδρὶ
Πετοσαράπι Θομπεκύσιος τοῦ Σαραπίωνος μητρὸς Σινθώνιος, πάντες ἀπʼ Ὀξυρύγχων πόλεως, ἐν ἀγυιᾷ, ἀπέχειν
παρʼ αὐτοῦ ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς τετρακοσίας κεφαλαίου ἃς προσηνέγκατο αὐτῷ ἐφʼ ἑαυτῇ ἐν φερνῇ
μετεγγύου τῆς μητρὸς αὐτοῦ Σινθώνιος Πετοσαράπιος τοῦ
[…]βι[…] κατὰ συνγραφὴν συνοικεσίου διὰ τοῦ ἐν Ὀξυρύγχων
πόλει ἀγορανομίου ταῖς ἐπαγομέναις τοῦ τεσσαρασκαιδεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ
Γερμανικοῦ, ἧς τὴν ἐπίφορον αὐτόθεν ἀναδεδωκέναι αὐτῷ
κεχιασμένην εἰς ἀκύρωσιν ἕνεκα τοῦ διαζυγὴν τοῦ γάμου
γενέσθαι, καὶ μὴ ἐγκαλεῖν αὐτῷ μηδὲ ἐγκαλέσειν μηδὲ ἐπελεύσεσθαι μήτε περὶ τῶν προκειμένων μηδὲ περὶ παραφέρνων[…]ο ἀπεσχηκέναι μηδὲ περὶ ἄλλου μηδενὸς πράγματος μέχρι τῆς ἐνεστώσης ἡμέρας. καὶ αὐτὸς δὲ
ὁ Πετοσάραπις ὁμολογεῖ ἐν ἀγυιᾷ τῇ αὐτῇ μὴ ἐνκαλεῖν
μηδὲ ἐνκαλέσειν μηδὲ ἐπελεύσεσθαι τῇ Θαήσει
μηδὲ τοῖς παρʼ αὐτῆς περὶ μηδενὸς ἁπλῶς μέχρι τῆς
ἐνεστώσης ἡμέρας[…]στ[…]νπρ[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.