no image
DDbDP-text
† βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ
εὐεργέτου καὶ Αὐτοκράτορος Αὐγούστου ἔτους λε, ὑπατείᾳ τῇ μετὰ
τὴν Φλαουίου Βασιλίου τοῦ ἐνδοξοτάτου ἔτους τετρακοσιοστοῦ πεντηκοστοῦ
ἑβδόμου υνζ χρόνων ἰνδικτίωνος δεκάτης μηνὸς Πανέμου
[…] ἐν κώμῃ Νεσσάνοις ὁρίου πόλεως Ἐλούσης.
ἐπὶ πᾶσιν ἀγαθοῖς διείλατο Φλάουιος Σέργιος Ἠλίου τοῦ Θεμοοβδου
στρατιώτης τοῦ ἐνθάδε κάστρου μεταξὺ Ἠλίου καὶ Αλολκαιου καὶ Ζαχαρίου
καὶ Στεφάνου τῶν αὐτοῦ παίδων Ἠλίου μὲν τεχθέντος
ἐκ τῆς μητρὸς Μαρίας Θεμοοβδου τῆς μακαρίας αὐτοῦ προτέρας
γυναικός, Αλολκαιου δὲ καὶ Ζαχαρίου καὶ Στεφάνου τεχθέντων
ἐκ τῆς μητρὸς Μολεχης Ἀβρααμίου τῆς εὐγενεστάτης αὐτοῦ δευτέρας
γυναικός, αὐτοῦ Σεργίου ποιουμένου τοὺς λόγους ὑπὲρ Αλολκαιου
καὶ Ζαχαρίου καὶ Στεφάνου τῶν αὐτοῦ βραχυτέρων παίδων
ἰδίῳ αὐτοῦ κινδύνῳ τὰ νῦν ἀφηλίκους ὄντας περὶ τῶν
διαιρουμένων, διαίρεσιν αἰωνίαν ποιούμενος ὁ ἐξωνομασμένος καθωσιωμένος Σέργις μεταξὺ τῶν εἰρημένων αὐτοῦ παίδων ἐκ μέρους τετάρτου οἰκοδομημάτων καὶ σπορίμων χωρίων
καὶ[…]σκευῶν γρυταρίων ὑπαρχόντων αὐτῷ καὶ διαφερόντων ἐξ ἰδίας αὐτοῦ ὑποστάσεως. ἐκλαχμοῦ τοίνυν καὶ
πεσσοβολίας γενομένης μεταξὺ αὐτῶν ἐπὶ φίλων αὐτῶν
καὶσυγγενίων παρόντων αὐτοῖς καὶ ὅρκοις ἀλλήλοις ὑποπεισάντων εἰς ἁγίαν τριάδα καὶ βασιλικὴν σωτηρίαν ἐμμεῖναιτῇ διαιρέσει ταύτῃ καὶ μηδὲν παρασαλεῦσαί τι τῶν ἐν αὐτῇ ἐγκειμένων,
μήτε ἐν δικαστηρίῳ ἢ τούτου ἐκτός, εἰ δέ τις αὐτῶν πειραθείη
παραβῆναι δώσει τὸ παράβαινον μέρος τῷ ἐμμένοντι μέρει λόγῳ
προστίμου καὶ παραβασίας ἐκ συμφώνου καὶ ἐπερωτήσεως
χρυσίνους ἓξ χρυσοῦ νομίσματα ϛ πρὸς τῷ καὶ μετὰ τὴν τοῦ προστίμου καταβολὴν
κυρίαν εἶναι καὶ βεβαίαν καὶ ἰσχυρὰν καὶ ἔννομον καὶ …[…]
[…]ταύτην τὴν διαίρεσιν μεθʼ ἧς ἐκφέρεται δυνάμεως
πάσης. † ἔλαχεν μὲν οὖν Ἠλίῳ τῷ θαυμασιωτάτῳ εἰς τὸ κατʼ αὐτὸν μέρος
ἀντὶ τοῦ διαπεσοῦντος αὐτῷ τετάρτου μέρους ἀπὸ τῆς τιμῆς
τῶν οἰκημάτων νομίσματα ἑπτὰ παρὰ κεράτια ἑπτὰ ζυγῷ
τῶν Γαζέων χρυσοῦ νόμισμα ζ παρὰ κεράτια ζ. ἔτι ἔλαχεν αὐτῷ Ἠλίῳ εἰς τὸ κατʼ αὐτὸν
μέρος τέταρτον καὶ ἀπὸ τῶν σπορίμων χωρίων ἡ ἁρμόσασα μοῖρα διακειμένη ἐν τῷ Αβιαθαλβα ἡ ὑποκάτω τῶν κληρονόμων
[…]ου Αλφειου τοῦ μακαρίου μετὰ παντὸς αὐτῆς δικαίου ἧς γείτονες ἀνατολῶν Αμρου …[…]…ελου τοῦ καθωσιωμένου δυσμῶν
[…] Στεφάνου Ζοναινου τοῦ Μαλ…[…] νότου τῶν κληρονόμων
[…]ου Αλφειου τοῦ μακαρίουβορρᾶ[…]ἔτι
ἔλαχεν αὐτῷ Ἠλίῳ …[…]…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.