no image
DDbDP-text
Census Return via HGV-meta
Linked by Trismegistos ID
TM 12554.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Διονυσίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Αὐρηλίῳ Ἰσιδότῳ τῷ καὶ Ὠριγένῃ βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ λαογράφοις κώμης Καρανίδος παρὰ Αὐρηλίου Ἀχιλλᾶτος Πτολεμαίου τοῦ Χαιρήμονος μητρὸς Ταύρεως ἀπὸ κώμης Καρανίδος. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ἐμαυτόν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κδ ἔτους κατʼ οἰκίαν ἀπογραφὴν καὶ εἰμὶ Ἀχιλλᾶς ἐτῶν λε καὶ τὴν μητέραν μου Αὐρηλίαν Ταῦριν ἐτῶν ξ. ὑπάρχει δέ μοι ἐπʼ ἀμφόδου ἀπηλιώτου ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς καὶ πατρικὸν τέταρτον μέρος τῆς αὐτῆς οἰκίας καὶ ἐπʼ ἀμφόδου Βορρᾶ οἰκία καὶ αὐλή. διὸ ἐπιδίδωμι. Αὐρήλιος Πτολεμαῖος ἔσχον ἴσον εἰςἰς ἐξέτασιν. Αὐρήλιος Λιμναῖος συν έσχον. Αὐρήλιος Συρίων συνέσ χον. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Ὀπελλίου Σεουήρου ΜακρείνουΜακκρείνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.