no image
DDbDP-text
Sub - lease of Public Land via HGV-meta
Linked by Trismegistos ID
TM 12559.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἁρθώτης ὡς ἐτῶν μ φακὸς μήλῳ ἀριστερῷ
Μαρσισοῦχος ὡς ἐτῶν λε οὐλὴ μετώπῳ μέσῳ ὑπὲρ ὀφρύν
οἱ β Μαρρείους
ἔτους λ Καίσαρος Μεσορὴ δ ἀναγέγραπται διὰ Με νομογράφου Ἀπιάδος.
ὁμολογία χλωρῶν χορτοσπορίας ἀρουρῶν ἓξ περὶ Θεαδελφείαν
Ἁρθώθης καὶ Μαρσισοῦχος οἱ δύο Μαρρήου τῶν ἀπὸ
Θεαδελφείαςτῆς Θεμίστου μερίδος δημοσίων
γεωργῶν ὁμολογοῦμεν ἐπικεχωρηκέναι Βατράχωι Ἀρτεμιδώρου ἀφʼ ὧν γεωργοῦμεν περὶ τὴν αὐτὴν
κώμην δημοσίων ἐδαφῶν ἐν δυσὶν σφραγῖσιν γῆς
ἀρούρας ἓξ ἢ ὅσαι ἂν ὦσι ἐκ σχοινουργίας εἰς χορτοσπορίαν καὶ κατανομὴν προβάτων
σπόρου τοῦ πρώτου καὶ τριακοστοῦ ἔτους Καίσαρος, τοῦ Βατράχου χορηγοῦντος τὸ εἰς τὴν γῆν
σπέρμα, τοῦ χωματισμοῦ καὶ ποτισμοῦ καὶ
διωρύγων ἀναβολῆς καὶ τῶν ἔργων πάντων ὄντων
πρὸς ἡμᾶς. τὴν δὲ σπορὰν ποιήσωμεν πάσῃ ἐ
πιμελείᾳ ἐν μηνὶ Ἁθὺρ τοῦ αὐτοῦ ἔτους … δε τ…
χλωρ… …γενε[…]… αν… βούληται ὁ Βάτραχος …δε […] καὶ ………
τα αν……χρωλυς …ην
κατανομὴν καὶ παραδώσωμεν τὰς προκιμένας
τῶν χλωρῶν ἀρούρας ἓξ σχοινίωι τῶι πρὸς τὴν
κρηπῖδαν. καὶ τελέσει ὁ Βάτραχος ἑκάστης
ἀρούρης[…] ἀργυρίου δραχμὰς …[…]
συναγομένας δραχμὰς ……[…]τα
ἀπέχομεν ἐκ πλήρους τήνδε τιμὴν δραχμὰς διακοσίας …χ…υλος …α…νυ…ων… μειναν
η φο[…]………τῶν χλωρῶν
τιμη[…]της α…[…]
…[…]…αχω…[…]διὰ τὸ
μὴ εἰδεναι αὐτοὺς γράμματα.
[v]
λέλυνται διακόσιαι σ
λ ἔτους Καίσαρος[…]
διʼ Ἀφρ ἡγουμένου
καὶ οἱ λα…γ…[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.