no image
DDbDP-text
Μάρων καὶ Μαρρῆς οἱ ἐξειληφότες τὴν ζωιγραφικὴν
καὶ τὴν χρυσοχοϊκὴν τοῦ Ἀρσινοΐτου εἰς τὸ κγ ἔτος
Φατρῆι καὶ Ψενοβάστει χαίρειν. ἐπικεχωρήκαμεν
ὑμῖν ἐργάζεσθαι τὴν ζωιγραφικὴν τέχνην
καὶ τὴν χρυσοχοϊκὴν τῶν ἱερῶν καὶ τῶν
νεκρικῶν προσώπων τοῦ νομοῦ. ὁμοίως δὲ
καὶ ἐξέσται ὑμῖν διαπορεύεσθαι τὸν νομὸν
τασσομένων ὑμῶν κατὰ μῆνα ἐπὶ τὴν
βασιλικὴν τράπεζαν ἀπὸ μηνὸς Θωὺθ ἕως Μεσορὴ
κατὰ μῆνα ἕκαστον χαλκοῦ …[…]… ἑκατὸν γίνεται ρ
τῆς δὲ ιβ μήνου δραχμὰς Ασ καὶ τῶν ἐπαγομένων ἡμερῶν ε τὸ ἐπιβάλλον.
οὗ δʼ ἂν μηνὸς μὴ διαγράψητε ἀποτίσετε ἡμιόλιον
παραχρῆμα. ἐξέσται δὲ ὑμῖν ἀγοράζειν
οὗ ἐὰν αἱρῆι.
Μάρων Ἰρανούφιος
[… 1 line lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.