no image
DDbDP-text
Two Letters via HGV-meta
Two letters of Hermeias to his sister and to his son Gounthos. Two letters by Hermeias on one papyrus from Oxyrhynchus, 3rd century AD. In the first he reproaches his sister for not heeding his advice in a time of misfortune and asks her to send Gounthos or Ammonios to stay with him while his affairs are settled; in the second he urges his son Gounthos to come himself if Ammonios does not. machine translation
Linked by Trismegistos ID
TM 31346.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῇ ἀδελφῇ Ἑρμείας χαίρειν.
λοιπὸν τί σοι γράψω οὐκ οἶδα, ἀπέκαμον γάρ σοι ἕκαστον λέγων καὶ
οὐκ ἐνακούεις. χρὴ γάρ τινα ὁρῶντα ἑαυτὸν ἐν δυστυχίᾳ καὶ ἂν ἀναχωρεῖν καὶ μὴ ἁπλῶς μάχεσθαι τῷ
δεδογμένῳ. μετρίων γὰρ καὶ δυστυχῶν γένεσιν ἔχοντες οὐδὲ
οὕτω ἑαυτοῖς προσέχομεν. τέως
μὲν οὖν οὐδὲν οὐδέπω πέπρακται,
καὶ ἂν ὡς, εἴπερ μέλει σοι ἀποστεῖλόν
μοί τινα ἢ Γοῦνθον ἢ Ἀμμώνιον
παραμένοντα μοι ἄχρις ἂν γνῶ
πῶς τὰ κατʼ ἐμὲ ἀποτίθεται. μὴ ἆρα
παρέλκομαι ἢ καὶ εἴργομαι ἔστʼ ἂν
ὁ θεὸς ἡμᾶς ἐλεήσῃ; καὶ γὰρ Ἑρμείας
ἐπείγεται ἐλθεῖν πρὸς ὑμᾶς, ἀλλὰ αὐτὸν ἀξιώσας παραμεῖναι οὐκ ἐβουλήθη, λέγων ὅτι ἀναγκαῖόν τι ἔχω
καὶ δεῖ με ἀνελθεῖν, καὶ υἱὸς δὲ Γεννάδιος οὐχ οἷός τέ ἐστιν προσεδρεύειν
κτήσει, μάλιστα ἐπὶ ξένης καὶ
παρὰ τῇ τάξει ὤν. τὰ κατὰ σὲ διοίκησον ὡς πρέπον ἐστίν, μὴ τέλειον ἀνατραπῶμεν. οὐ δέδοκται γὰρ ἡμῖν ἔχειν
τι δυστυχοῦντες. ἔρρωσό μοι διὰ παντὸς
εὖ πράσσουσα.
[v]
Ἑρμείας Γούνθῳ υἱῷ χαίρειν.
εἰ μὴ Ἀμμώνιος πάραυτα
ἔρχεται πρός με, σὺ αὐτὸς
πάντα ὑπερθέμενος
ἧκε ἐκείνου τὸ σὸν ἔργον
ποιοῦντος. ἀλλʼ ὅρα μὴ καταλείψῃς με θλιβόμενον.
καὶ δήλωσόν μοι πῶς ἔσχεν Δίδυμος· μὴ ἆρα αἱ ἡμέραι τὰ πάντα διατελοῦσι;
ἐρρῶσθαί σε εὔχομαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.