no image
DDbDP-text
Indemnity of a Surety via HGV-meta
Linked by Trismegistos ID
TM 20769.
Each record below describes this same artifact or text from a different angle.
[r]
† βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος
ἔτους λδ, τοῖς τὸ ιθ μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλείου τοῦ λαμπροτάτου, Χοίακ ιζ, ἰνδικτίονος θ.
τῷ αἰδεσίμῳ Κύρῳ ἐπιμελητῇ τοῦ δημοσίου λογιστηρίου ταύτης τῆς Ὀξυρυγχιτῶν πόλεως,
υἱῷ τοῦ μακαρίου Ἀβρααμίου ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως , Αὐρήλιος Παμβῆχις
υἱὸς τοῦ μακαρίου Μηνᾶ μητρὸς Μαξίμας, ἑξῆς ὑπογράφων ἰδίοις γράμμασιν, ἀπὸ τῆς αὐτῆς
πόλεως, χαίρειν. ἐπειδήπερ παρακλήσεις προσήγαγον τῇ ὑμετέρᾳ αἰδεσιμότητι
ὥστε αὐτὴν ἀναδέξασθαί με παρὰ τῷ λαμπροτάτῳ Ἀπφουᾷ βοηθῷ τῆς κώμης Σέφθα,
ἐφʼ ᾧ τε αὐτὸν δέξασθαί με διάδοχον αὐτοῦ εἰς ἕνα ἐνιαυτόν, λογιζόμενον ἀπὸ τοῦ παρόντος
μηνὸς Χοίακ τοῦ ἐνεστῶτος ἔτους σλζ σϛ τῆς παρούσης ἐνάτης ἰνδικτίονος, καὶ κατὰ τὴν
ἐμὴν αἴτησιν ἡ ὑμετέρα αἰδεσιμότης τοῦτο πεποίηκεν, εἰκότως συνεπεζήτησεν ἡ ὑμετέρα
αἰδεσιμότης παρʼ ἐμοῦ ἔγγραφον παρακλητικὴν ὁμολογίαν κομίσασθαι περὶ τούτου, κατὰ τοῦτο
ἀναγκαίως ἐπὶ ταύτην ἐλήλυθα τὴν παροῦσαν παρακλητικὴν ὁμολογίαν, διʼ ἧς ὁμολογῶ
μὴ συγχωρῆσαι τὴν σὴν αἰδεσιμότητα ὑπομεῖναι βλάβην ἢ ζημίαν ἢ ὄχλησιν
ἢ σκυλμὸν ὑπὲρ ἐμοῦ τούτου ἕνεκεν, εἴτε ἐν δικαστηρίῳ εἴτε καὶ ἐκτὸς δικαστηρίου,
ἀλλʼ ἀνενόχλητον αὐτὴν ποιῆσαι καὶ ἄσκυλτον καὶ ἀζήμιον καὶ ἀβλαβῆ·
εἰ δέ, ὅπερ ἀπείη, συμβῇ τὴν ὑμετέραν αἰδεσιμότητα ὑπομεῖναι βλάβην ἢ ὄχλησιν
ἢ σκυλμὸν, ἢ συγχωρήσω αὐτὴν ὑπομνησθῆναι παρʼ οἱουδήποτε προσώπου
ὑπὲρ ἐμοῦ, ἐπὶ τῷ αὐτὴν ἄδειαν ἔχειν ἐπιβῆναι κατὰ τῶν πάντων διαφερόντων καὶ
πραγμάτων καὶ πάντων αὐτοκινήτων ἄχρις ἂν αὐτὴν τὸ ἱκανὸν περιποιῆσαι.
καὶ ἐπὶ τούτοις πᾶσι ἐπωμοσάμην τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τούτοις ἐμμένειν,
ταῦτα διαφυλάττειν, ἐν μηδενὶ τρόπῳ παραβαίνειν, ὑποθέμενος εἰς τὸ δίκαιον
ταύτης τῆς παρακλητικῆς ὁμολογίας ἅπαντά μου τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα ἰδικῶς
καὶ γενικῶς[…]
[… ? lines lost …]
[v]
† παρακλητικὴ ὁμολογία γεναμένη παρὰ Παμβήχιος υἱοῦ Μηνᾶ[…]
εἰς κύριον τὸν αἰδέσιμον[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.