no image
DDbDP-text
Gestellungsbürgschaft via HGV-meta
Linked by Trismegistos ID
TM 18673.
Each record below describes this same artifact or text from a different angle.
[column i]
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου
Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους
πρώτου, μετὰ τὴν ὑπατείαν […]…ο Φλαυίου Βασιλείου τοῦ
ἐνδοξοτάτου ἔτους εἰκοστοῦ πέμπτου, Φαμενωθ
εἰκὰς τρίτη τεσσαρεσκαιδεκάτης ἰνδικτίονος.
τῇ δημοσίᾳ ἀγορᾷ διὰ σοῦ Φιλήμωνος ἀρχιυπηρέτου
[…] Ἀντινοέων πόλεως Φλάυιος Κολλοῦθος
ἐξκέπτωρ τῆς δουκικῆς τάξεως. ὁμολογῶ
ὀμνὺς τὸν φρικωδέστατον ὅρκον ἑκουσίως
καὶ αὐθαιρέτως ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι
παρʼ ὑμῖν […]… μητρὸς
[…] ἀπὸ τῆς Ἀντινοέων πόλεως, ἐφʼ ᾧ αὐτὸν […]…πτην εἶναι
ἐνταῦθα ἐπὶ τῆς Ἀντινοέων πόλεως ἐκτελοῦντα τὴν τῶν
[…]πτων χρείαν ἀμέμπτως καὶ
ἀκαταφρονήτως ποιεῖσθαι ἀκαταγνώστως ἀπὸ τῆς ἁγίας
ἀναστάσεως τῆς παρούσης ιδ ἰνδικτίονος ἕως τῆς
παραλήμψεως τῆς σὺν θεῷ πεντεκαιδεκάτης
ἰνδικτίονος καὶ μηδαμῶς αὐτὸν ἀπολείπεσθαι.
εἰ δὲ ἀπολειφθείη καὶ τοῦτον ζητούμενον
μὴ παρενέγκω καὶ παραδώσω σοι
ἐν δημοσίῳ τόπῳ ἐκτὸς τῶν ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας
κυριακῆς ἐν ἐμπράκτῳ ἡμέρᾳ, ἐγὼ αὐτὸς
ὁ τούτου ἐγγυητὴς παρασχεῖν σοι ὑπὲρ τῆς
αὐτοῦ ἀπολείψεως χρυσοῦ νομίσματα
[…]. ἡ ἐγγύη κυρία καὶ βεβαία καὶ εἰς πάντα
ἐπερωτηθεὶς ὡμολόγησα. †
[column ii]
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου
Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος
ἔτους πρώτου, μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου
τοῦ ἐνδοξοτάτου ἔτους εἰκοστοῦ πέμπτου, Φαμενὼθ κγ.
τῷ δημοσίῳ λόγῳ διὰ σοῦ Φιλήμωνος ἀρχιυπηρέτου
Ἀντινοέων πόλεως Αὐρήλιος Μηνᾶς …[…]ἀπὸ
τῆς Ἀντινοέων πόλεως. ὁμολογῶ ὀμνὺς τὸν φρικωδέστατον
ὅρκον ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαι καὶ
ἀναδεδέχθαι παρʼ ὑμῖν[…]Βίκτορος
χοιρομάγειρον ἀπὸ τῆς Ἀντινοέων πόλεως, ἐφʼ ᾧ αὐτὸν εἶναι
ἐνταῦθα ἐπὶ τῆς Ἀντινοέων πόλεως ἐκτελοῦντα τὴν τῶν
χοιρομαγείρων χρείαν ἀμέμπτως καὶ ἀκαταφρονήτως
ποιεῖσθαι ἀπὸ τῆς ἁγίας ἀναστάσεως τῆς παρούσης
ιδ ἰνδικτίονος ἕως τῆς παραλήμψεως τῆς σὺν θεῷ ιε ἰνδικτίονος
καὶ μηδαμῶς αὐτὸν ἀπολείπεσθαι. ἐὰν δὲ ἀπολειφθείη, καὶ τοῦτον ζητούμενον μὴ παρενέγκω
καὶ παραδώσω σοι ἐν δημοσίῳ τόπῳ ἐκτὸς τῶν
ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ
ἁγίας κυριακῆς ἐν ἐμπράκτῳ ἡμέρᾳ, ἐγὼ αὐτὸς
ὁ τούτου ἐγγυητὴς παρασχεῖν σου ὑπὲρ τῆς
αὐτοῦ ἀπολείψεως χρυσοῦ νομίσματα […]. ἡ
ἐγγύη κυρία καὶ βεβαία καὶ εἰς πάντα ἐπερωτηθεὶς
ὡμολόγησα. † Αὐρήλιος Μηνᾶς […] ἐγγυῶμαι[…]
Βίκτορος χοιρομάγειρον καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται.
Αὐρήλιος Στέφανος Ὡρουωγχίου ἀπὸ Ἀντινοέων πόλεως ἀξιωθεὶς ἔγραψα
ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος †.
διʼ ἐμοῦ Κοσμᾶ συμβολαιογράφου […]
[v]
[… 8 lines lost …]
[… 1 line lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.