no image
DDbDP-text
Reconnaissance d’une dette via HGV-meta
Linked by Trismegistos ID
TM 18874.
Each record below describes this same artifact or text from a different angle.
[r]
χμγ
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου
Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου
Αὐτοκράτορος ἔτους ιζ, τοῖς μετὰ τὴν
ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου,
Φαμενὼθ ιε ζ ἰνδικτίονος,
Φλαυΐῳ Διοσκόρῳ Ἀπολλῶτος ἀπὸ κώμης
Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Αὐρηλίου
Ἀπολλῶτος Ἑρμαυῶτος ἐκ μητρὸς Τσενυρίας,
ποιμένος ἀπὸ τῆς αὐτῆς κώμης, χαίρειν. ὁμολογῶ
ὀφείλειν καὶ χρεωστεῖν τῇ σῇ τιμιότητι,
ὑπὲρ τιμῆς ἐρέας πραθείσης μοι παρʼ αὐτῆς,
χρυσοῦνομισματίου τρίτον πρὸς τὴν
συναλλαγὴν τῆς αὐτῆς κώμης· γίνεται χρυσοῦ νομισμάτιον γ. καὶ
ἑτοίμως ἔχω τοῦτο παρασχεῖν τῇ σῇ ἀρετῇ
ἐν τῇ νεομηνίᾳ ἐπαγομένων σὺν Θεῷ μελλούσης
ὀγδόης ἰνδικτίονος, δίχα τινὸς ἀντιλογίας, ὑποκειμένων
ὑμῖν εἰς τοῦτο πάντων μου τῶν ὑπαρχόντων καὶ
ὑπαρξόντων, κινητῶν καὶ ἀκινήτων, λόγῳ ἐνεχύρου
καὶ ὑποθήκης δικαίῳ. καὶ εἰς σὴν ἀσφάλειαν ἐθέμην τοῦτο τὸ ἀσφαλές, ἐφʼ ὑπογραφῆς
τοῦ ὑπὲρ ἐμοῦ ὑπογραφόντος, καὶ ἐπερωτηθεὶς ὡμολόγησα .
Αὐρήλιος Ἀπολλῶς Ἑρμαύωτος ὁ προκείμενος συμφωνεῖ μοι, καὶ ἀποδώσω σοι ὡς πρόκειται. Φλάυιος
Θεότεκνος Ψαίου ἀποπραιποσίτου, ἀξιωθεὶς,
ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος .
Αὐρήλιος Μαθίας Ἰωσηφίου μαρτυρῶ τῇ
ὀφειλῇ ἀκούσας παρὰ τοῦ θεμένου †.
Αὐρήλιος Ἰωάννης Βίκτορος μαρτυρῶ τῇ ὀφειλῇ ἀκούσας παρὰ τοῦ θεμένου.
ἐγράφη διʼ ἐμοῦ Ἀμάιτος Ἀβρααμίου
[v]
… τῇ νεομηνίᾳ ἐπαγομένων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.