no image
DDbDP-text
Contract of a Farm Steward via HGV-meta
Linked by Trismegistos ID
TM 20775.
Each record below describes this same artifact or text from a different angle.
[r]
† βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου
Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους α, μετὰ τὴν ὑπατείαν τοῦ τῆς
θείας λήξεως γενομένου ἡμῶν δεσπότου Τιβερίου Κωνσταντίνου ἔτους ε, Παχὼν κθ, ἰνδικτίονος πρώτης.
τοῖς ὑπερφυεστάτοις κληρονόμοις τοῦ ἐν εὐκλεεῖ τῇ μνήμῃ Ἀπίωνος γενομένου
πρωτοπατρικίου, γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου,
τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις ἀνδράσιν
τὴν ἀγωγὴν καὶ ἐνοχὴν, Σερῆνος διάκονος τῆς ἁγίας ἐκκλησίας, υἱὸς τοῦ μακαρίου
Ἀπολλώ, μετʼ ἐγγυητοῦ τοῦ καὶ ἀναδεχομένου αὐτὸν εἰς ἣν ποιεῖται ὑποδοχὴν τῆς καταπιστευομένης
αὐτῷ προνοησίας τῶν ἑξῆς δηλουμένων κτημάτων καὶ ἐξωτικῶν αὐτῶν τόπων, ἐμοῦ
Βίκτορος νομικαρίου, υἱοῦ τοῦ μακαρίου Ἰωάννου, ἑξῆς ὑπογράφοντες ἰδίοις γράμμασιν, ἀμφότεροι
ὁρμώμενοι ἀπὸ τῆς αὐτῆς πόλεως, χαίρειν. ὁμολογῶ ἐγὼ ὁ πρωτότυπος Σερῆνος διάκονος,
ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει συντεθεῖσθαί με πρὸς τὴν ὑμῶν ὑπερφύειαν διὰ τῶν αὐτῇ
προσηκόντων ἐπὶ ἕνα ἐνιαυτόν, λογιζόμενον ἀπὸ λοιπάδος χρυσικῶν τῆς παρούσης πρώτης ἰνδικτίονος
καὶ καρπῶν καὶ χρυσικῶν καὶ προσόδων τῆς σὺν θεῷ δευτέρας ἐπινεμήσεως, ἐπὶ τῷ με τὴν
χώραν τοῦ προνοητοῦ ἤτοι ὑποδέκτου ἀποπληρῶσαι παρʼ αὐτῇ ἐν προστασίᾳ κτήματος Ματρέου
καὶ τῶν ἐν ταῖς κώμαις Ἐπισήμου καὶ Ἀδαίου καὶ τῶν ἐξωτικῶν αὐτῶν τόπων τῶν διαφερόντων
τῇ ὑμῶν ὑπερφυείᾳ, καὶ κατὰ τὸ παρεχόμενόν μοι ἀπαιτήσιμον παρὰ τῶν αἰδεσίμων χαρτουλαρίων
τοῦ ἐνδόξου αὐτῆς οἴκου τὴν μεθοδίαν τρέψαι κατὰ τῶν ὑπευθύνων γεωργῶν κτηματικῶν τε
καὶ κωμητικῶν καὶ ἐξωτικῶν, εἰς τὸ πάντα εἰσπρᾶξαι καὶ καταβαλεῖν ἐπὶ τὴν ὑμῶν ὑπερφύειαν
ἤτοι ἐπὶ τοὺς αὐτῇ προσήκοντας, τοῦτʼ ἔστιν, τὸν μὲν σῖτον ἐπὶ τὸν δημόσιον ναύτην τοῦ
ἐνδόξου αὐτῆς οἴκου, τὸ δὲ χρυσικὸν ἐπὶ τὸν λαμπρότατον τραπεζίτην τοῦ αὐτοῦ ἐνδόξου
οἴκου, ἀκολούθως τοῖς ἐμοῖς ἐνταγίοις τοῖς ἐκδιδομένοις παρʼ ἐμοῦ πᾶσιν τοῖς ὑπευθύνοις
γεωργοῖς ταύτης τῆς προνοησίας, καὶ μετὰ τὴν γινομένην παρʼ ἐμοῦ σπουδὴν καὶ ἣν
ἐνδείκνυμι μεθοδίαν περὶ τὴν εἴσπραξιν. εἰ δὲ συμβῇ τι ἔκθεσιν γενέσθαι ἐν τοῖς
προγεγραμμένοις κτήμασιν, ἐμὲ ταύτην ἀποσυμβιβάσαι τὴν δὲ ὑμῶν ὑπερφύειαν
ταύτην ἑαυτῇ καταλογίσασθαι ἐν τοῖς ἐμοῖς λόγοις· τὰ δὲ ἐξωτικὰ πάντα ἐμὲ εἰς πλῆρες
λημματίσαι καὶ εἰσπρᾶξαι καὶ εἰσενεγκεῖν τῷ εἰρημένῳ γεουχικῷ λόγῳ. προσομολογῶ δὲ
λημματίσαι τῇ ὑμῶν ὑπερφυείᾳ ὑπὲρ παραμυθείας τοῦ παραλημπτικοῦ μέτρου τῶν ἀρταβῶν
ἑκατὸν ἀρτάβας δέκα πέντε . πρὸς δὲ τούτοις συνεθέμην καὶ ὡμολόγησα διδόναι τῷ ἐνδόξῳ
οἴκῳ τῆς ὑμῶν ὑπερφυείας καὶ τὰ δώδεκα νομίσματα Ἀλεξανδρείας τὰ ἐξ ἔθους παρεχόμενα
ὑπὲρ παραμυθίας τῆς αὐτῆς προνοησίας, καὶ δέξασθαί με τὸ ἐμὸν ὀψώνιον κατὰ μίμησιν
τοῦ πρὸ ἐμοῦ προνοητοῦ. δώσω δὲ τοὺς λόγους πάσης τῆς ἐμῆς ὑποδοχῆς τοῦ τε λήμματος
καὶ ἀναλώματος, καὶ τὰ ἀπὸ τῶν λογοθεσιῶν ἀποπληρώσω, εἰ λοιπαδάριος φανείην
ἀκολούθως ὡς εἴρηται τοῖς ἐμοῖς ἐνταγίοις. προσομολογῶ δὲ καὶ ἐγὼ Βίκτωρ ὁ ἐγγυητὴς
ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι τὸν προγεγραμμένον Σερῆνον διάκονον προνοητὴν διδόντα
πληροῦντα τὰ τῆς αὐτοῦ ὑποδοχῆς, καὶ εἰ λοιπαδάριος φανείη ἀκολούθως τοῖς αὐτοῦ πιττακίοις
οἴκοθεν καὶ ἐξ ἰδίων μου διδόναι καὶ πληρῶσαι τὴν ὑμῶν ὑπερφύειαν, ἀποταττόμενος
τῷ προνομίῳ τῶν ἐγγυητῶν, διαφερόντως δὲ τῇ νεαρᾷ διατάξει τῇ περὶ ἐγγυητῶν
καὶ ἀντιφωνητῶν ἐκφωνηθείσῃ. καὶ ὑπεθέμεθα ἀμφότεροι εἰς τὸ δίκαιον τούτου
τοῦ συναλλάγματος πάντα τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα ἰδικῶς καὶ γενικῶς,
ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κύριον τὸ συνάλλαγμα δισσὸν γραφὲν, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. †
† Σερῆνος διάκονος, υἱὸς τοῦ μακαρίου Ἀπολλώ, ὁ προγεγραμμένος, πεποίημαι τοῦτο τὸ συνάλλαγμα
τῆς προγεγραμμένης προνοησίας κτήματος Ματρέου καὶ τῶν ἐν ταῖς κώμαις Ἐπισήμου
καὶ Ἀδαίου καὶ τῶν ἐξωτικῶν τόπων, καὶ ἀποδώσω τοὺς λόγους μου, καὶ στοιχεῖ μοι πάντα
τὰ ἐν αὐτῷ ὡς πρόκειται, ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα. † Βίκτωρ νομικάριος, υἱὸς τοῦ μακαρίου
Ἰωάννου, ὁ προγεγραμμένος, ἐγγυῶμαι καὶ ἀναδέχομαι τὸν προγεγραμμένον εὐλαβέστατον
Σερῆνον διάκονον καὶ προνοητὴν ἐν τούτῳ τῷ συναλλάγματι, καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται.
ὑπέγραψα χειρὶ ἐμῇ, ἀπέλυσα. †
† διʼ ἐμοῦ Παπνουθίου συμβολαιογράφου ἐτελειώθη.
† di emu Papnutiu … sumbolaeografu eteliothe.
[v]
† συνάλλαγμα Σερήνου τοῦ εὐλαβεστάτου διακόνου υἱοῦ τοῦ μακαρίου Ἀπολλώ,
μετʼ ἐγγυητοῦ τοῦ θαυμασιωτάτου Βίκτορος νομικαρίου, προστασίας κτήματος Ματρέου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.