Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.1.140

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους κδ, τοῖς τὸ η μετὰ τὴν ὑπατείανὑπατίαν Φλαουίου Βασιλείου τοῦ λαμπροτάτου, Παχὼν αγβ, ἰνδικτίονος ιγ, ἐν ὈξυρύγχωνὈξυρυγχιτῶν πόλει. Φλαουίῳ Σερήνῳ τῷ μεγαλοπρεπεστάτῳ καὶ περιβλέπτῳ κόμετι τοῦ θείουτοῦδε τοῦ κονσιστωρίου, υἱῷ τοῦ τῆς λαμπρᾶς μνήμης Μαρτυρίου, γεουχοῦντι ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, Αὐρήλιος Σερῆνος ὁ καὶ Κόρτιβος υἱὸς Ἰούστου μητρὸς Μαρίας, σταβλίτης τοῦ ὀξέως δρόμου ἀπὸ τῆς αὐτῆς πόλεως, χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει συντεθεῖσθαι πρὸς τὴν ὑμῶν μεγαλοπρέπειαν ἐπ’ἐφ’ἐπὶ ἐνιαυτὸν ἕνα, λογιζόμενον ἀπὸ τῆς σήμερον ἡμέρας, ἥτις ἐστὶν Παχὼν νεομηνία τοῦ ἐνεστῶτος ἔτους σκϛ ρϙε τῆς παρούσης τρεισκαιδεκάτηςτρισκαιδεκάτης ἰνδικτίονος, ἀρχῇ καὶ καρπῶν τῆς σὺν θεῷ τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως, ἐπὶ τῷ με χώραν σταβλίτου τοῦ αὐτοῦ ὀξέως δρόμου ὑπὲρ τοῦ οἴκου τῆς ὑμῶν μεγαλοπρεπείας κατὰ ταύτην τὴν πόλιν ἐκτελέσαι, καὶ ἑτοίμως ἔχω προς κατακ καὶ ἐν τῷ αὐτῆς στάβλῳ, καὶ πάντα τὰ ἀνήκοντα τῇ αὐτῇ χρείᾳ τοῦ σταβλίτου ἀποπληρῶσαι ἀμέμπτως καὶ ἀόκνως καὶ ἀκαταγνώστως μετὰ πάσης σπουδῆς καὶ γνησιότητος καὶ ἐλευθερίας καὶ πίστεως ἀγαθῆς, εἰς τὸ μηδεμίαν μέμψιν ἢ ἀμελείανἀμελίαν ἢ κατάγνωσίν τινα περὶ ἐμὲ γενέσθαι, δίχα ἀρρωστίας καὶ πόνου τινός· καὶ δέξασθαί με παρὰ τῆς ὑμῶν μεγαλοπρεπείας λόγῳ ὀψωνίου ἐμοῦ τε καὶ τῶν αὐτῶν ἱπποκόμων παντὸς τοῦ αὐτοῦ ἑνὸς ἐνιαυτοῦ, σίτου καγκέλλῳ ἀρτάβας ὀγδοήκοντα, καὶ ὑπὲρ κριθῆς καὶ λαχάνου χρυσοῦ νομίσματα ἐννέα ἰδιωτικῷ ζυγῷ νομιτευόμενα καὶ οἴνου γεουχικὰ κνίδια ὀγδοήκοντα, καὶ ὑπὲρ ἀναλώματος χλωροφαγίας ἑτέρου νομισματίου ἥμισυ καὶ αὐτὸ νομιτευόμενον, μετὰ καὶ τοῦ ἐμοῦ ζῴου τοῦ λεγομένου Περισσοῦ. προσ ομολογῶ δὲ ἐσχηκέναι παρὰ τῆς ὑμῶν μεγαλοπρεπείας ἐντεῦθεν ἤδη λόγῳ ἀρραβῶνος χρυσοῦ νομίσματα τέσσαρα ἥμισυ, καὶ μὴ ἐξεῖναί μοι ἐντὸς τοῦ αὐτοῦ ἑνὸς ἐνιαυτοῦ ὑπαναχωρῆσαι ἀπὸ τῆς ὑμῶν χρείας καὶ παραμονῆς. εἰ δὲ τοῦτο ποιήσω, ὁμολογῶ τὰ αὐτὰ τέσσαρα ἥμισυ νομίσματα ἐν τῷ διπλῷ ἀποκαταστῆσαι αὐτῇ. εἰ δὲ ἡ ὑμῶν μεγαλοπρέπεια ἐθελήσῃ ἐκβαλεῖν με ἐκ τῆς χρείας τοῦ σταβλίτου πρὸ συμπληρώσεως τοῦ αὐτοῦ ἑνὸς ἐνιαυτοῦ ἄνευ αἰτίας τινός, ἐπὶ τῷ καὶ αὐτὴν ζημιοῦσθαι τὰ αὐτὰ τέσσαρα ἥμισυ νομίσματα τοῦ ἀρραβῶνος. κύριον τὸ συνάλλαγμα ἁπλοῦν γραφέν, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σερῆνος υἱὸς Ἰούστου ὁ προγεγραμμένος πεποίημαι τοῦτο τὸ συνάλλαγμα κατὰ τὸν προκείμενον τρόπον, καὶ στοιχεῖ μοι ὡς πρόκειται. Ἀπόλλων Ἡρακλείδου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu Filoxenu eteliothe Παχων ἰνδικτίωνοςΠαχὼν α ἰνδικτίονοςπκ ιγ συνάλλαγμα Σερήνου σταβλίτου υἱοῦ Ἰούστου ἀπὸ τῆς Ὀξυρυγχιτῶν.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.