Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.58.3933

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὑπατείαςὑπατίας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους πέμπτου, Φαρμοῦθι ιη, ἰνδικτίωνος ϛ. τῷ θαυμασιωτάτῳ Θεοδώρῳ χρυσοχόῳ υἱῷ τοῦ μακαρίου Σερήνου ἀπὸ ταύτης τῆς Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιος Σερῆνος ἐργάτης τῶν χρυσοχόων υἱὸς τοῦ μακαρίου Ἀπολλῶ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει συντεθεῖσθαί με πρὸς τὴν σὴν θαυμασιότητα ἀπὸ νεομηνίας τοῦ παρελθόντος μηνὸς Θὼθ τῆς παρούσης ἕκτης ἰνδικτίωνος ἐφʼ ᾧτέ με τὴν πᾶσαν χώραν τοῦ ἐργάτου τῶν χρυσοχόων παρʼ αὐτῇ ἀποπληρῶσαι ἀμέμπτως καὶ ἀόκνως καὶ ἀκατα γνώστως καὶ δέξασθαί με παρʼ αὐτῆς λόγῳ μισθοῦ μου τοῦ παντὸς ἐνιαυτοῦ χρυσοῦ νομίσματα τρία ἰδιωτικῷ ζυγῷ, γίνεται χρυσοῦ νομίσματα γ μόνα, καὶ μὴ δύνασθαι με ἀποστῆναι ἀπὸ τῆς σῆς θαυμασιότητος καὶ ἀπὸ τῆς αὐτῆς χρείας πρὸ τέλους τοῦ εἰρημένου ἐνιαυτοῦ, εἰ δὲ τοῦτο ποιήσω, ἐπὶ τῷ ἐμὲ μηδὲν δέξασθαι παντελῶς ἐκ τοῦ παντός μου μισθοῦ, εἰ δὲ καὶ αὐτὴν ἐκβάλλουσάν με ἄνευ αἰτίας τινός, ἐπὶ τῷ καὶ αὐτὴν ζημιοῦσθαι τὸν πάντα μου μισθόν. ἔδοξεν δὲ καὶ τοτ σεισν μή με ενε της ἐργασιον οἱονδήποτε τῆς ἡμῶν τέχνης, ἐφʼ ᾧ ʼμὲ κατασκευά σαι καὶ ἐπὶ τῷ αὐτὴν δέξασθαι τὸ ἥμισυ του μέρος μισθόν. κύριον τὸ συνάλλαγμα ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σερῆνος ἐργάτης τῶν χρυσοχόων υἱὸς Ἀπολλῶ ὁ προκείμενος πεποίημαι τοῦτο τὸ συνάλλαγμα ὡς πρόκειται. Ψέειος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. ὁμολογῶ δὲ ἐσχηκέναι παρὰ σοῦ ἐντεῦθεν ἤδη τὸν ἐμὸν μισθὸν εἰς πλῆρες. διι εμυ αναστασιυ ετελιοτηη συνάλλαγμα Σερήνου ἐργάτου τῶν χρυσοχόων υἱοῦ Ἀπολλῶ ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.