Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.51.3641
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουΐου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ιζ, τοῖς τὸ δ μετὰ τὴν ὑπατείανὑπατίαν Φλαουΐου Βασιλίου τοῦ λαμπροτάτου Μεχεὶρ ιβ, ἰνδικτίωνος ζ. Φλαουΐῳ Ἀπίωνι τῷ ὑπερφυεστάτῳ ὑπάτῳ ὀρδιναρίῳ γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ ὑπερφυεστάτῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιος Σερῆνος μυλοκόπος τὴν τέχνην υἱὸς Ἠλίου ὁρμώμενος ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογῶ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἑτοίμως ἔχεινἐχω ἐργάσασθαι ἀπὸ ἐπὶ τὸν τῆς ζωῆς μου χρόνον εἰς πάντας τοὺς μυλαίους στροβίλουςστροβίλλους τε καὶ καλάθους τοὺς ὄντας ἐν ἑκάστῳ τόπῳ τῆς ὑμετέρας οὐσίας ἐν τῷτε͂ͅ κριβανείῳ τε καὶ πᾶσιν τοῖς κτήμασιν καὶ ἐν ἐλαιουργίοις τῆς ὑμετέρας ὑπερφυείας ἀόκνως καὶ ἀκαταγνώστως εἰς τὸ μηδεμίαν μέμψιν ἢ ἀμέλειαν ἢ κατάγνωσιν ἢ ῥαθυμίανῥαθυμία τινὰ περὶ ἐμὲ γενέσθαι δίχα ἀρρωστίας καὶ πόνου τινὸς δέξασθαί με παρὰ τῆς ὑμετέρας ὑπερφυείας ὑπὲρ ἑκάστου στροβίλουστροβίλλου νέου καὶ καλάθου νέου χρυσοῦ νομισμάτια δύο ἥμισυ ἰδιωτικῷ ζυγῷ νομιτευόμενα, ἐμοῦ λαμβάνοντος τοὺς παλαιοὺς λίθους, καὶ μη ἀποστῆναι ἀπὸ τῆς ὑμετέρας χρείας ἢ ἀπὸ τῶν ὀφειλόντων γενέσθαι ἔργων. εἰ δὲ τοῦτο ποιήσω, ἐπὶ τῷ με δοῦναι τῇ ὑμετέρᾳ ὑπερφυείᾳ λόγῳ προστίμου χρυσοῦ νομισμάτια εἴκοσι τέσσαρα. εἰ δὲ ἡ ὑμετέρα ὑπερφυεία διὰ τῶν αὐτῆς διοικητῶν ἐκβάλῃ με ἐκτὸς καταγνώσεως ἢ ῥαθυμίας ἢῥαθυμία οἱασδήποτε αἰτίας, ὑποκεῖσθαι καὶ αὐτῇ τῷ ἴσῳ προστίμῳ. ὑποθέμενος εἰς τὸ δίκαιον τούτου τοῦ συναλλάγματος ἅπαντά μου τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα ὅσα τε νῦν ἔχω καὶ ὅσα ἄλλα μετὰ ταῦτα ἐπικτήσομαι ἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κύριον τὸ συνάλλαγμα δισσὸν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σερῆνος, μυλοκόπος τὴν τέχνην, υἱὸς Ἠλίου ὁ προγεγραμμένος πεποίημαι τοῦτο τὸ συνάλλαγμα κατὰ τὸν προκείμενον τρόπον καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται. Αὐρήλιος υἱὸς τοῦ μακαρίου Ἰσὰκ ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu Iustu upodiaconu apo diaconon eteliothe ιβ ἰνδικτίωνος ζ Σερήνου μυλοκόπου τὴν τέχνην υἱοῦ Ἠλίου ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως.Cross-references (3)
- TM-Text 15364 primary
- DDbDP-Text p.oxy;51;3641 tier-1
- HGV-Text 15364 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.