no image
DDbDP-text
Two Petitions to the Praefect via HGV-meta
Petition to the prefect Clodius Culcianus concerning an unpaid deposit. Petition from Aurelius Demetrios, former high priest of Arsinoe, to the prefect of Egypt Clodius Culcianus. He asks that the former gymnasiarch Aurelius Sotas be compelled to repay deposits of 2 and 20 talents of silver, which he needs to pay his own debts to the treasury, or else be sent to the prefect's court. machine translation
Linked by Trismegistos ID
TM 12591.
Each record below describes this same artifact or text from a different angle.
[r,1rp]
Κλωδίωι Κουλκιανῶι τῷ διασημοτάτῳ ἐπάρχωι Αἰγύπτου
παρὰ Αὐρηλίου Δημητρίου Νείλου ἀρχιερατεύσαντος τῆς Ἀρσινοιτῶν πόλεως.
τῶν μετρίων κηδεμόνι σοὶ ὄντι, δέσποτα ἡγεμών, τὴν ἱκετηρίαν προσάγω εὔελπις
ὢν τῆς ἀπὸ τοῦ σοῦ μεγέθους δικαιοκρισίας τυχεῖν. τῷ γὰρ ιζ ἔτει καὶ ιϛ ἔτει καὶ θ ἔτει τῆς εὐδαίμονος
ταύτης βασιλείας Αὐρήλιος Σώτας γυμνασιαρχήσας τῆς αὐτῆς πόλεως κατὰ δύο γραμμάτια ὡμολόγησεν ἔχειν μου παρακαταθήκην ἀκίνδυνον καὶ ἀνυπόλογον, ἓν μὲν γενόμενον ἐπὶ τοῦ Τῦβι μηνὸς ἀργυρίου ταλάντων δύο , τὸ δὲ ἕτερον ἐπὶ τοῦ Φαμενὼθ ἀργυρίου
ταλάντων εἴκοσι , ἅπερ διὰ τῶν αὐτῶν γραμματίων ἐπηγγείλατο ἀποδώσειν ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. ἐπειδὴ τοίνυν μετῄειν αὐτὸν
τά χρήματα ἐπὶ τοῦ στρατηγήσαντος Ἥρωνος, ἐπειράθη μέν τινα κακουργίαν ἐπὶ ἀποκ στερέσει τῇ ἡμετέρᾳ ποιήσασθαι διὰ τὸ ἀγράμματόν με εἶναι,
κ
κατάφωρος δὲ ἐπὶ τούτῳ γενόμενος καὶ μέλλων κινδυνεύειν παρὰ τῷ σῷ μεγέθει ἠξίωσεν ἀπραγμόνως τὴν
διάλυσιν τῶν χρεωστουμένων ποιήσασθαι. ἐπεὶ οὖν μέχρι νῦν διακρούεται τὰ
χρήματα ἐκτεῖσαι καταφρονῶν μου τῆς μετριότητος, ἀξιῶ καὶ δέομαι ἐπειδὴ καὶ αὐτὸς
χρεωστῶ τῷ ἱερωτάτῳ ταμείῳ ἀπὸ λόγου ἐνδεημάτων ἧς ἐξετέλεσα ἐπιμελείας
ἀννώνης, ἔτι μὴν καὶ ὑπὲρ τῆς ἡμετέρας κτήσεως καὶ ὑπὲρ ἧς ἀνεδεξάμην τῇ
πόλει ἀρχῆς, οὐδεμία δέ μοι ἑτέρα εὐπορία ἐστὶν ἢ τὰ χρήματα ταῦτα, κελεῦσαι εἴ σοι δοκοῖ ἢ
τῷ στρατηγῷ ἢ ᾧ ἐὰν δοκιμάσῃς ἐπαναγκασθῆναι τὸν Σώταν μετʼ ἐνεχύρων λήμψεως κατὰ τὰ ἔνγραφα αὐτοῦ γραμμάτια νῦν γοῦν τὴν ἀπόδοσιν ποιήσασθαι, ἢ
ἀγνωμονοῦντα παραπεμφθῆναι ἐπὶ τὸ σὸν μεγαλεῖον ἵνα καὶ ἐπὶ τῇ προτέρᾳ κακουργίᾳ κινδυνεύσῃ, πρὸς τὸ δυνηθῆναί με τὰ ἴδια ἀπολαβεῖν καὶ τὴν τύχην σου
εὐχαριστεῖν. διευτύχει. Αὐρήλιος Δημήτριος ἐπιδέδωκα.
ιζ ἔτους ιη ἔτους ια ἔτους, Φαμενὼθ δ
[… 2 lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.