no image
DDbDP-text
Letter of Psaïs an Syra via HGV-meta
Letter from Psaeis and Syra to their son Ision. A private letter from the parents Psaeis and Syra to their son Ision, reporting that the household had been ill but recovered, that the piglets were not yet slaughtered, and that fish had been pickled for his visit. It reminds him of an errand concerning knives and pepper and sends many greetings; written at Oxyrhynchus in the 4th century AD. machine translation
Linked by Trismegistos ID
TM 33637.
Each record below describes this same artifact or text from a different angle.
[r]
κυρίῳ μου υἱῷ Ἰσίωνι Ψᾶεις καὶ Σύρα
πολλὰ χαίρειν.
πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ ὁλοκληρεῖν παρὰ τῷ κυρίῳ θεῷ· ἀσπάζεταί σοι πολλὰ Θῶνις ὁ ἀδελφός
σου. ἔπειτα ἀπὸ τοῦ νέου ἔτους πολλὰ ἐνοσοῦμεν, ἀλλὰ εὐχαριστοῦμεν τῷ θεῷ ὅτι πεπαυμένοι ἐσμέν, καὶ μέχρι τούτου
οὐ τεθύκαμεν τὰ χοιρίδια. προσδοκοῦμέν σοι ὅτι ἔρχει. οἶδας ὅτι πέρυσι οὐκ ἐταριχεύσαμεν γαρηρά, ἐφέτος δὲ ἐποιήσαμεν καὶ ἐὰν γένηται, ἑτοιμάσω αὐτὸ ἕως ἔρχῃ. καθὼς
ἐνετειλάμην σοι περὶ λωβιν μαχαιρῶν καὶ περὶ πιπεράδιον. ἀσπάζονταί σε οἱ ἀδελφοί σου Ὡρίων καὶ Ἡραΐσκος,
ἀσπάζονταί σε Ἀν[…]ν καὶ τὰ τέκνα αὐτῆς, ἀσπάζονταί σε Ταχῶσις καὶ ὁ ἀνὴρ αὐτῆς, ἀσπάζονταί σε
Τριάδελφος καὶ ἡ σύνβιος αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ.
ἀσπάζομαι Κάμοκον καὶ τὸν οἶκον αὐτοῦ, ἀσπάζομαι τὸν Ἑψάτην καὶ τὴν σύνβιον αὐτοῦ σὺν
τοῖς τέκνοις, ἀσπάζομαι Ἁτρῆν καὶ Ψέκη καὶ
τοὺς ἡμῶν πάντας κατʼ ὄνομα.
ἐρρῶσθαι ὑμᾶς εὔχομαι
εἰς πολλοὺς χρόνους. Ἁθὺρ ι.
[v]
ἀπόδος Ἰσίωνι …ρα… παρὰ Σύρας καὶ Ψάειτος γονέων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.