no image
DDbDP-text
Letter to Ischyrion via HGV-meta
Letter to Ischyrion reproaching him for not writing. A private letter to Ischyrion from a correspondent whose name is lost, reproaching him for not writing and asking for news of his health. The writer mentions a difficult period from Phamenoth to Pauni and sends greetings to family members. It dates to the 4th century AD and comes from the Oxyrhynchite nome. machine translation
Linked by Trismegistos ID
TM 33662.
Each record below describes this same artifact or text from a different angle.
[r]
[…]ι[…]
εὐθυμοῦντί σοι καὶ εὐδαιμονοῦντι διὰ παντὸς
[…] δοθῆναί σοι τὰ παρʼ ἐμοῦ γράμματα.
[…]ζω σε, ἄδελφε, ὅτι ἐὰν μὴ ἓν ἐπιστόλιν
οὐκ ἐδήλωσάς μοι καὶ ἐὰν περὶ τῆς ὁλοκληρίας
ὑμῶν καὶ περὶ ὃ οἶδα οὐδεμίαν ὑπόμνησίν
μοι ἐδήλωσας. καὶ ἐὰν νῦν, ἄδελφε, πάντα
ὑπερθέμενος ἀντίγραψόν μοι πρῶτον
μὲν περὶ τῆς ὁλοκληρίας σου. πάλαι μὲν καὶ σύ,
ἄδελφε, ἤκουσας ὅτι ἀπὸ μηνὸς Φαμενὼθ
ἕως μηνὸς Παῦνι οὐδὲ μίαν εὐθύμησα,
καὶ θεῷ χάρις. μὴ οὖν ἀμελήσῃς , ἄδελφε,
τοῦ σε ἀντιγράψαι μοι πρῶτον μὲν περὶ τῆς
ὁλοκληρίας σου, δεύτερον καὶ περὶ ὧν βούλῃς
παρʼ ἐμοὶ ἀντίγραψόν μοι, ἐμοῦ ἡδέως ἔχοντος.
ἀσπάζομαι τὸν πατέρα ἡμῶν, τοῦτό ἐστιν σόν, ἄδελφε.
ἀσπάζομαι Βαρύ. ἀσπάζομαι Σαραπίωνα. ἀσπάζομαι τοὺς ἡμῶν πάντας κατʼ ὄνομα.
ἐρρῶσθαί σε εὔχομαι
πολλοῖς χρόνοις.
[v]
ἀπόδος Ἰσχυρίωνι ἀδελφῷ παρὰ Κ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.