Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.12.1409
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Αὐρήλιος Ἁρποκρατίων στρατηγὸς Ὀξυρυγχίτου δεκαπρώτοις τοῦ νομοῦ χαίρειν. τῆς γραφείσης ἐπιστολῆς εἰς κοινὸν ἡμῖν στρατηγοῖς καὶ δεκαπρώτοις τῆς Ἑπτανομίας καὶ Ἀρσινοΐτου ὑπὸ Οὐλπίου Αὐρηλίου τοῦ κρατίστου διοικητοῦ περὶ τῆς τῶν χωμάτων ἀπεργασίας καὶ τῆς τῶν διωρύχωνδιωρυχω ἀνα καθάρσεως ἀντίγραφον ἐπιστέλλεται ὑμῖν, φίλτατοι, ἵνα εἰδῆτε καὶ τοῖς γραφεῖσιν ἀκολουθῆτε. ὃς δʼ ἂν πρό τερος ὑμῶν κομίσηται τόδε τὸ ἐπίσταλμα τοῖς λοιποῖς μεταδότω. ἐρρῶσθαι ὑμᾶς εὔχομαι, φίλτατοι· ἔτους γ τοῦ κυρίου ἡμῶν Μάρκου Αὐρηλίου Πρόβου Σεβαστοῦ Φαρμοῦθι Οὔλπιος Αὐρήλιος στρατηγοῖς καὶ δεκαπρώτοις Ἑπτανομίας καὶ Ἀρσινοΐτου χαίρειν. τοῦ καιροῦ τῆς τῶν χωμάτων ἀπεργασίας καὶ τῆς τῶν διωρύχων ἀνακαθάρσεως ἐνεστηκότος παραγγέλλειν ὑμῖν ἀναγ καῖον ἡγησάμην διὰ τῶνδε τῶν γραμμάτων ὡς χρὴ σύμπαντας τοὺς γεωργοὺς ταῦτα ἀπεργάζεσθαι ἤδη μετὰ πάσης προθυμίας ἐπὶ τὰ διαφέροντα αὐτοῖς π πρὸς τὸ δημοσίᾳ τε πᾶσιν καὶ ἰδίᾳ ἑκάστῳ συμφέρον· τὴν γὰρ ἀπὸ τῶν ἔργων τούτων γεινομένην ὠφελίαν πάντας εἰδέναι πέ πεισμαι. ὅθεν διὰ φροντίδος ὑμῖν τοῖς στρατηγοῖς καὶ τοῖς δεκαπρώτοις γενέσθω ἐπεῖξαι μὲν ἅπαντας ἀντι λαβέσθαι τῆς ἀναγκαιοτάτης ταύτης ἐργασίας, αἱρεθῆναι δὲ τοὺς εἰωθότας εἰς τοῦτο χειροτονεῖσθαι ἐπιμελη τὰς ἐξε ἀρχόντων ἢ καὶ ἰδιωτῶν τοὺς ἀναγκάσοντας ἑκάστους τὰ προσήκοντα ἔργα αὐτοῖς σώμασιν ἀπο πληρῶσαι κατὰ τὸν δοθέντα ὅρον ἐν τῇ τοῦ ἀποτάκτου συστάσει ἄνευ τινὸς ἀπεχθείας ἢ χάριτος, ὥστε ἐπε νεχθῆναι εἰς τὸ τεταγμένον ὕψος τε καὶ πλάτος τὰ χώματα καὶ τοὺς διακόπους ἀποφραγῆναι πρὸς τὸ δύνα σθαι ἀντέχεινατεχειν τῇ ἐσομένῃ εὐτυχῶς πλημύρᾳ τοῦ ἱερωτάτου Νείλου, τάς τε διώρυχας ἀνακαθαρῆ ναι μέχρι τῶν καλουμένων γνωμόνων καὶ τοῦ συνήθους διαστήματος, ἵνα εὐμαρῶς τὴν ἐσομένην τῶν ὑδάτων εἴσροιαν ὑποδέχοιντο πρὸς ἀρδείαν τῶν ἐδαφῶν, τούτου κοινωφελοῦς τυγχάνοντος, μηδένα δὲ ἀντὶ τῶν ἔργων ἀργύριον τὸ παράπαν πράττεσθαι. ἐὰν γὰρ τοιοῦτο ἐπιχειρῆσαι τολμήσῃ ἢ τῶν προστετα γμένων ἀμελήσῃ, ἴστω ὅτι ὡς λυμαινόμενοςλειμαινομενος τοῖς ἐπὶ τῇ σωτηρίᾳ συνπάσης τῆς Αἰγύπτου προῃρημέ νοις οὐ μόνον περὶ χρημάτων ἀλλὰ καὶ περὶ αὐτῆς τῆς ψυχῆς τὸν ἀγῶνα ἕξει. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. ἔτους γ Αὐρήλιος Σιλβανὸς ὑπηρέτηςυρετης ἐπήνεγκα ἔτους γ Φαρμοῦθι ϛ.Cross-references (3)
- TM-Text 21819 primary
- DDbDP-Text p.oxy;12;1409 tier-1
- HGV-Text 21819 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.